# Peri Tropon 785.7-787.5

Cocondrius, Peri Tropon, 785.7 to 787.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cocondrius/peri-tropon/785.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cocondrius/peri-tropon/785.7

Ἔρχο20 Ἀχαιοῖσι πίλεται21 πολέμιοι κακοῖο. Ἔρχο20 γὰρ εἵρκε τὸν Ἀχιλλέα μεταφορικῶς τῶν Ἑλλήνων· ἧπερ γὰρ ἀσφάλειαν παρέχει τὰ τεῖχη ταῖς πόλεσιν, ταύτην ὁ Ἀχιλλεύς τοῖς Ἕλλησιν.22 Ἀπὸ δὲ ἐμψύχου ἐπὶ ἐμψυχον, Βὴ23 δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα, ποιμένα λαῶν· Κυρίως γὰρ ποιμὴν καλεῖται ὁ νομεὺς τῶν προβάτων· ἐμψυχος δὲ ὁ ποιμὴν καὶ ἐμψυχος ὁ βασιλεύς. Ἀπὸ δὲ ἀψύχου ἐπὶ ἄψυχον· Σπέρμα24 πυρὸς σῴζων, ἵνα μὴ πόθεν ἄλλοθεν αἴνοι· καὶ γὰρ τὸ σπέρμα τὸ εἰς γῆν βαλλόμενον ἄψυχον, ὁμοίως καὶ ὁ σπινθὴρ τοῦ πυρός. 5 ἈΝΤΙΦΡΑΣΙΣ. Ἀντίφρασις ἐστὶ λέξις διὰ τῶν ἀντικειμένων τὸ ἐναντιον ἡ παρακειμένων 25 παράγουσα· καὶ διὰ μὲν τῶν ἐναντίων· Οὐδ’ 26 ἄρα τῷγ᾽ ἰδὼν γῆθησεν Ἀχιλλεύς· ἀντὶ τοῦ ἐλυπήθη· καὶ Τῷ 27 δ’ οὐκ ἄκοντε πεισθῆν, ἀντὶ τοῦ ἔχοντες· διὰ δὲ τῶν παρακειμένων, καθάπερ αἰώθαμεν τὰς Ἐρυννύας καλεῖν καὶ 28 σμυὰς θεάς, 29 καὶ Μελιτώνην 30 τὴν Περσεφόνην, καὶ καλιάν τὸν πίθηχον, καὶ τὰ τούτοις παραπλήσια. Μετωνυμία δέ ἐστιν λέξις ἀντὶ ἑτέρας λέξεως παραλαμβανομένη, κατὰ τινα κοινωνίαν τῶν πραγμάτων· γίνεται δὲ πολλαχῶς, ἢ γὰρ ἀπὸ τοῦ εὑρόντος τὸ εὑρεθέν, 31 ὅταν Δημήτηρ ὁ σῖτος καὶ ὁ οἶνος Διόνυσος· 15 „ἐπίσθη 32 δὲ Διονύσω κύπελλα“ ἢ ἀπὸ τοῦ εὑρεθέντος τὸν εὑρόντα· Οἶνός μ’ ἔπεισε 33 δαιμόνων ὑπέρτατος, ἀντὶ τοῦ Διόνυσος· ἢ ἀπὸ τοῦ κυριεύοντος τὸ κυριευόμενον, ὡς ὅταν σίδηρος ὁ Ἀρης, καὶ τὸ πῦρ Ἠφαιστος λέγεται· ἢ ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον, ὡς ἐκπие τὸ ποτήριον, ἀντὶ τοῦ τὸν ἐκ τοῦ ποτηρίου οἶνον· ἢ ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον· οἷον ὅταν Ἀμφιτρίτην τις τὴν θάλασσαν λέγῃ, καὶ ΠΕΡΙ ΤΡΟΠΩΝ Τοιόν34 οἱ πῦρ δαῖεν ἄπὸ κρατὸς τε καὶ ὤμων· ἄπὸ γὰρ τῶν ἐπικειμένων ὅπλων ἐπιφέρει· Δαῖε35 οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ· ἄπὸ δὲ τοῦ πάσχοντος τὸ διαχρίναι, ὡς τὸ· χλωρὸν36 δέος καὶ πόλεμον37 πολὺδακρυν, καὶ μαινόμενον Διόνυσον, καθάπερ ἀποσημαίνεται ὁ ποιητὴς λέγων·

---

Cocondrius, Peri Tropon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003878.
