# Peri Tropon 791.20-793.3

Cocondrius, Peri Tropon, 791.20 to 793.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cocondrius/peri-tropon/791.20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cocondrius/peri-tropon/791.20

ἀντὶ τοῦ Ἡρακλῆς· καὶ ἱερὸν μένος Ἀλκινόοιο, ἀντὶ τοῦ Ἀλκίνοος, καὶ Πυλαμενέος λάσιον κῆρ, ἀντὶ τοῦ Πυλαμένης· καὶ βοῶν ἱφθιμα κάρῃνα, ἀντὶ τοῦ τὰς βοῦς. ιεʹ. ΥΠΕΡΒΑΤΟΝ. ὑπερβατὸν ἐστὶ πρώτης καὶ συνήθους τάξεως λό- ΚΟΚΟΝΑΡΙΟΥ γου μετακίνησις· γίνεται δὲ τετραχῶς, ἤτοι ἐν λέξει ἤτοι ἐν λόγῳ· ἢ ἐν νοήματι, ἢ ἐν πράγματι· λέξει μέν· ἠ-πιοι, οἱ κατὰ βους ἠλίου ἠσθιον· τὸ γὰρ ἐξῆς κα-τήσθιον, καὶ Ἄν δὲ κύων κεφαλήν τε καὶ οὖςα κείμενος ἔσχεν. τὸ γὰρ ἐξῆς ἐστιν ἀντέσχεν· λόγῳ δέ· Ὡς ἔφατ· Ἀγρεύει δὲ μέγ· ἱαχον, ἀμφὶ δὲ νῆες Σμερδαλέων κονάβησαν ἀύσάντων ὑπ· Ἀχαιῶν, Μῦθον ἐπαινῆσαντες Ὀδυσῆος θεΐοιο. νοήματι δέ· Πάντη γὰρ περὶ τεῖχος ὁρώρει θεσπιδαις πῦρ λαΐνον· οὐ γὰρ λέγει τὸ πῦρ λαΐνον, ἀλλὰ τὸ τεῖχος· πράγματι δέ, ὅταν τὸ πρῶτον γινόμενον δεύτερον τάξῃ ὁ ποιητής, οἷον· Τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε, καὶ, Ἡ δ᾽ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβαλε λαΐνον οἴδον. ἀντὶ τοῦ πρότερον ὑπέρβη, καὶ τότε εἰσῆλθεν· εἶδος δὲ ὑπερβατοῦ ἐστιν ἡ ἀναστροφή. 15 ΑΝΑΣΤΡΟΦΗ. Ἀναστροφὴ ἐστιν λέξις, ἣν χρὴ προηγεῖσθαι τῆς ση-μαινομένης διανοίας, δευτέραν ἔχουσα τάξιν, οἷον· Ὦ, ἐπὶ πολλ᾽ ἐμόγησα, ἀντὶ τοῦ ἐφ᾽ ᾧ· καὶ Εἰ μὲν κεν λίπω κάτω τεύχεα καλά, ἀντὶ τοῦ καταλείπω· καὶ, νεῶν ἄπο καὶ κλισιάων· ἔστι ΠΕΡΙ ΤΡΟΠΩΝ γὰρ ἀπὸ νεῶν· καὶ, ὄρνιθες ὡς, ἀντὶ τοῦ ὡς ὄρνιθες. ιζ. ΜΕΤΑΛΗΨΙΣ. Μετᾶληψίς ἐστι λέξις διὰ τῆς ὁμωνύμου τὴν συνώνυμον δηλοῦσα, ἢ κατὰ συνωνυμίαν μόνον παραλαμβανομένη, οἷον· "Ἐνθεν δ᾽ αἱ νήσοισιν ἐπιπρόεῖχε θοῆσιν·

---

Cocondrius, Peri Tropon. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003878.
