# Fragmenta 140.1

Cornelius Alexander Polyhistor, Fragmenta, Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cornelius-alexander-polyhistor/fragmenta/140.1

Λέγεται παρεγγυᾶν αὐτὸν (Πυθαγόραν) ἑκάστοτε τοῖς μαθηταῖς τάδε λἀδε λέγειν εἰς τὸν οἶκον εἰσιοῦσι, Πῆ παρέβην; τί δ ̓ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; Σφάγιά τε θεοϊς προσφέρειν κωλύειν, μόνον δὲ τὸν ἀναίμακτον βωμὸν προσκυνεῖν. Μηδ ̓ ὀμνύναι θεούς· ἀσκεῖν γὰρ αὑτὸν δεϊν ἀξιόπιστον παρέχειν. Τούς τε πρεσβυτέρους τιμᾶν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους· ὡς ἐν κόσμῳ μὲν ἀνατολὴν δύσεως, ἐν βίῳ δ ̓ ἀρχὴν τελευτῆς, ἐν ζωῇ δὲ γένεσιν φθορᾶς. (23) Καὶ θεοὸς μὲν δαιμόνων προτιμᾶν, ἥρωας δ ̓ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα τοὺς γονέας. Ἀλλήλοις θ ̓ ὁμιλεῖν, ὡς τοὺς μὲν τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δ ̓ ἐχθροὺς φίλους ἐργάσασθαι. Ἴδιόν τε μηδὲν ἡγεῖσθαι. Νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν· φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μηδὲ ζῷον ὃ μὴ βλάπτει ἀνθρώπους Αἰδῶ καὶ εὐλάβειαν εἶναι μήτε γέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. Φεύγειν σαρκῶν πλεονασμὸν, ὁδοιπορίης ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι, μνήμην ἀσκεῖν, ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν, μαντικὴν (οὐ) πᾶσαν τιμᾶν, (24) ᾠδαῖς χρῆσθαι πρὸς λύραν ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον χάριν ἔχειν. Τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ· καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι τὰς γαστέρας, μὴ παραληφθέντας. Καὶ διὰ τοῦτο καὶ τὰς καθ ̓ ὕπνους φαντασίας λείας λείας καὶ ἀταράχους ἀποτελεῖν. Φησὶ δ ̓ ὁ Ἀλέξανδρος ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς καὶ ταῦτα εὑρηκέναι ἐν Πυθαγορικοῖς ὑπομνήμασιν. (25) Ἀρχὴν μὲν ἁπάντων μονάδα· ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι· ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς· ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα· ἐκ δὲ τούτων τὰς γραμμὰς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα· ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα, ὧν καὶ τὰ στοιχεῖα εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· μεταβάλλειν δὲ καὶ τρέπεσθαι δι ̓ ὅλων, καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερὸν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν καὶ αὐτὴν σφαιροειδῆ καὶ περιοικουμένην. (26) Εἶναι δὲ καὶ ἀντίποδας καὶ τὰ ἡμῖν κάτω ἐκείνοις ἄνω. Ἰσόμοιρά τ ̓ εἶναι ἐν τῷ κόσμῳ φῆς καὶ σκότος, καὶ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρόν· ὧν κατ ̓ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα, ξηροῦ δ ̓ ἔαρ, καὶ ὑγροῦ φθινόπωρον. Ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους, οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινὸν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. Ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· δθεν καὶ νοσερωτέραν εἶναι. Τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερὸν καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητόν τ ̓ εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα. (27) Ἥλιόν τε καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας εἶναι θεούς· ἐπικρατεῖν γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. Τήν τε σελήνην λάμπεσθαι ὑφ ̓ ἡλίου. Καὶ ἀνθρώποις εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ· διὸ καὶ προνοεῖσθαι τὸν θεὸν ἡμῶν. Εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. Διήκειν τ ̓ ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος τοῦ τε ψυχροῦ καὶ παχέος. Καλοῦσι δὲ τὸν μὲν ἀέρα ψυχρὸν αἰθέρα, τὴν δὲ θάλασσαν καὶ τὸ ὑγρὸν παχὺν αἰθέρα. Ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. (28) Καὶ ζῆν μὲν πάνθ ̓ ὅσα μετέχει τοῦ θερμοῦ· διὸ καὶ τὰ φυτὰ ζῷα εἶναι· ψυχὴν μέντοι μὴ ἔχειν πάντα. Εἶναι δὲ τὴν ψυχὴν ἀπόσπασμα αἰθέρος καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, τῷ συμμετέχειν ψυχροῦ αἰθέρος. Διαφέρειν τε ψυχὴν ζωῆς· ἀθάνατόν τ ̓ εἶναι αὐτὴν, ἐπειδήπερ καὶ τὸ ἀφ ̓ οὗ ἀπέσπασται ἀθάνατόν ἐστι.. Τὰ δὲ ζῷα γεννᾶσθαι ἐξ ἀλλήλων ἀπὸ σπερμάτων, τὴν δ ̓ ἐκ γῆς γένεσιν ἀδύνατον ὑφίστασθαι. Τὸ δὲ σπέρμα εἶναι σταγόνα ἐγκεφάλου περιέχουσαν ἐν ἑαυτῇ θερμὸν ἀτμόν· ταύτην δὲ προσφερομένην τῇ μήτρᾳ ἀπὸ μὲν τοῦ ἐγκεφάλου ἰχῶρα καὶ ὑγρὸν καὶ αἷμα προΐεσθαι, ἐξ ὧν σάρκας τε καὶ νεῦρα καὶ ὀστᾶ καὶ τρίχας καὶ τὸ ὅλον συνίστασθαι σῶμα· ἀπὸ δὲ τοῦ ἀτμοῦ ψυχὴν καὶ αἴσθησιν. (29) Μορφοῦσθαι δὲ τὸ μὲν πρῶτον παγὲν ἐν ἡμέραις τεσσαράκοντα, κατὰ δὲ τοὺς τῆς ἁρμονίας λόγους ἐν ἑπτὰ ἢ ἐννέα ἢ δέκα τὸ πλεῖστον μησὶ τελεωθὲν ἀποκυΐσκεσθαι τὸ βρέφος· ἔχειν δ ̓ ἐν αὑτῷ πάντας τοὺς λόγους τῆς ζωῆς, ὧν εἰρομένων συνέχεσθαι κατὰ τοὺς τῆς ἁρμονίας λόγους, ἑκάστων ἐν τεταγμένοις καιροῖς ἐπιγινομένων. Τήν τ ̓ αἴσθησιν κοινῶς καὶ κατ ̓ εἶδος τὴν ὅρασιν ἀτμόν τιν ̓ εἶναι ἄγαν θερμόν. Καὶ διὰ τοῦτο λέγεται δι ̓ ἀέρος ὁρᾶν καὶ δι ̓ ὕδατος· ἀντερείδεσθαι γὰρ τὸ θερμὸν ὰπὸ τοῦ ψυχροῦ. Ἐπεί τοι εἰ ψυχρὸς ἦν ὁ ἐν τοῖς ὄμμασιν ἀτμὸς, διεστήκει ἄν πρὸς Τὸν ὅμοιον ἀέρα· νῦν δὲ ** ἔστιν ἐν οἷς ἡλίου πύλας καλεῖ τοὺς ὀφθαλμούς. Τὰ δ ̓ αὐτὰ καὶ περὶ τῆς ἀκοῆς καὶ τῶν λοιπῶν αἰσθήσεων δογματίζει. (30) Τὴν δ ̓ ἀνθρώπου ψυχὴν διαιρεῖσθαι τριχῆ, εἴς τε νοῦν καὶ φρένας καὶ θυμόν. Νοῦν μὲν οὖν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ. Εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρις ἐγκεφάλου· καὶ τὸ μὲν ἐν τῇ καρδίᾳ μέρος αὐτῆς ὑπάρχειν θυμὸν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ· σταγόνας δ ̓ εἶναι ἀπὸ τούτων τὰς αἰσθήσεις. Καὶ τὸ μὲν φρόνιμον ἀθάνατον, τὰ δὲ λοιπὰ θνητά. Τρέφεσθαί τε τὴν ψυχὴν ἀπὸ τοῦ αἵματος· τοὺς δὲ λόγους ψυχῆς ἀνέμους εἶναι. Ἀόρατόν τ ̓ εἶναι αὐτὴν καὶ τοὺς λόγους, ἀπεὶ καὶ ὁ αἰθὴρ ἀόρατος. (31) Δεσμά τ ̓ εἶναι τῆς ψυχῆς τὰς φλέβας καὶ τὰς ἀρτηρίας καὶ τὰ νεῦρα· ὅταν δ ̓ ἰσχύῃ καὶ καθ ̓ αὑτὴν γενομένη ἠρεμῇ, δεσμὰ γίνεσθαι αὐτῆς τοὺς λόγους καὶ τὰ ἔργα. Ἐκριφθεῖσαν δ ̓ αὐτὴν ἐπὶ γῆς πλάζεσθαι ἐν τῷ ἀέρι ὁμοίαν τῷ σώματι. Τὸν δ ̓ Ἑρμῆν ταμίαν εἶναι τῶν ψυχῶν καὶ διὰ τοῦτο πομπαῖον λέγεσθαι καὶ ἐμπολαῖον καὶ χθόνιον, ἐπειδήπερ οὗτος εἰσπέμπει ἀπὸ τῶν τῶν σωμάτων τὰς ψυχὰς ἀπό τε γῆς καὶ ἐκ θαλάττης· καὶ ἄγεσθαι τὰς μὲν καθαρὰς ἐπὶ τὸν ὕψιστον, τὰς δ ̓ ἀκαθάρτους μήτ ̓ ἐκείναις πελάζειν μήτ ̓ ἀλλήλαις, δεῖσθαι δ ̓ ἐν ἀρρήκτοις δεσμοῖς ὑπὸ Ὲρινύων. (32) Εἶναί τε πάντα τὸν ἀέρα ψυχῶν ἔμπλεων· καὶ τούτους δαίμονάς τε καὶ ἥρωας ὀνομάζεσθαι· καὶ ὑπὸ τούτων πέμπεσθαι ἀνθρώποις τούς τ ̓ ὀνείρους καὶ τὰ σημεῖα νόσου τε καὶ ὑγιείας, καὶ οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ προβάτοις καὶ τοῖς ἄλλοις κτήνεοιν· εἶς τε τούτους γίνεσθαι τούς τε καθαρμοὺς καὶ ἀποτροπιασμοὺς μαντικήν τε πᾶσαν καὶ κλῃδόνας καὶ τὰ ὅμοια. Μέγιστον δέ φησιν εἶναι τῶν ἐν ἀνθρώποις τὸ τὴν ψυχὴν πεῖσαι ἐπὶ τὸ ἀγαθὸν ἢ ἐπὶ τὸ κακόν. Εὐδαιμονεῖν τ ̓ ἀνθρώπους ὅταν ἀγαθὴ ψυχὴ προσγέννται, μηδέποτε δ ̓ ἠρεμεῖν μηδὲ τὸν αὐτὸν * ῥόον κρατεῖν. (33) Ὅρκιόν τ ̓ εἶναι τὸ δίκαιον καὶ διὰ τοῦτο Δία ὅρκιον λέγεσθαι. Τήν τ ̓ ἀρετὴν ἁρμονίαν εἶναι καὶ τὴν ὑγίειαν καὶ τὸ ἀγαθὸν ἅπαν καὶ τὸν θεόν· διὸ καὶ καθ ̓ ἁρμονίαν συνεστάναι τὰ ὅλα. Φιλίαν τ ̓ εἶναι ἐναρμόνιον ἰσότητα. Τιμὰς θεοῖς δεῖν νομίζειν καὶ ἥρωσι μὴ τὰς ἴσας, ἀλλὰ θεοῖς ἀεὶ μετ ̓ εὐφημίας λευχειμονοῦντας καὶ ἁγνεύοντας, ἥρωσι δ ̓ ἀπὸ μέσου ἡμέρας. Τὴν δ ̓ ἁγνείαν εἶναι διὰ καθαρμῶν καὶ λουτρῶν καὶ περιρραντηρίων καὶ διὰ τοῦ καθαρεύειν ἀπό τε κήδους καὶ λεχοῦς καὶ μιάσματος παντὸς καὶ ἀπέχεσθαι βρωτῶν θνησειδίων τε κριῶν καὶ τρχλῶν καὶ μελανούρων καὶ ᾠῶν καὶ τῶν τῶν ᾠοτόκων ζῴων καὶ κυάμων καὶ τῶν ἄλλων ὦν παρακελεύονται καὶ οἱ τὰς τελετὰς ἐν τοῖς ἱεροῖς ἐπιτελοῦντες. (34) Φησὶ δ ̓ Ἀριστοτέλης περὶ τῶν κυάμων παραγγέλλειν αὐτὸν ἀπέχεσθαι τῶν κυάμων, κτλ... .(36) Καὶ τκῦτα μέν φησι ὁ Ἀλέξανδρος ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι καὶ τὰ ἐκείνων ἐχόμενα ὁ Ἀριστοτέλης.

---

CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0697.tlg003.local002/.
