# Fragmenta 141-152

Cornelius Alexander Polyhistor, Fragmenta, 141 to 152. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cornelius-alexander-polyhistor/fragmenta/141
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/cornelius-alexander-polyhistor/fragmenta/141
CTS URN: urn:cts:greekLit:tlg0697.tlg003:141-152

Ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μετὰ τὴν ἐκείνου καταδίκην διήκουσεν Ἀρχελάου τοῦ φυσικοῦ. Εὐκλείδης ἀπὸ Μεγάρων τῶν πρὸς Ἰσθμῷ, ἢ Γελῶος κατ ̓ ἐνίους, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς. Καὶ ἐπαιδεύθη μὲν γράμματα παρὰ Διονυσίῳ, οὗ καὶ μνημονεύει ἐν τοῖς Ἀντερασταῖς· ἐγυμνάσατο δὲ παρ ̓ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ· ἀφ ̓ οὗ καὶ Πλάτων διὰ τὴν εὐεξίαν μετωνομάσθη, πρότερον Ἀριστοκλῆς ἀπὸ τοῦ πάππου καλούμενος [ὄνομα], καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς. Ἐφιλοσόφει δὲ τὴν ἀρχὴν ἐν Ἀκαδημίᾳ, εἶτα ἐν τῷ κήπῳ τῷ παρὰ τὸν Κολωνὸν, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς καθ ̓ Ἡράκλειτον. Καρνεάδης, Ἐπικώμου ἣ Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. Χρύστππος, Ἀπολλωνίου, Σολεὺς ἢ Ταρσεὺς, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μαθητὴς Κλεάνθους. Ἤκουσε Βρύσωνος τοῦ Στίλπωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, εἶτ ̓ Ἀναξάρχῳ ξυνακολουθῶν πανταχοῦ, ὡς καὶ τοῖς Τυμνοσοφισταῖς ἐν Ἰνδίᾳ συμμῖξαι καὶ τοῖς Μάγοις. Διὰ τί τὸν Διόνυσον Λίβερουμ πάτρεμ μαλοῦσι; ... ἢ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ τοῦ παρ ̓ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως Διονύσου προσαγορευομένου; Ὁ τοίνυν Ἀλέξανδρος οἱ Πολυΐστωρ ὄνομα ἔχων οὔτως ὁρίζεται· Διαίρεσις, φησὶν, ἐστὶ τιμὴ τοῦ περιέχοντος ζητήματος εἰς τὰ περιεχόμενα ζητήματα, ἢ τομὴ συνεζευγμένου ζητήματος εἰς τὰ συνεζευγμένα ζητήματα.

---

CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta. Text: Digital Fragmenta Historicorum Graecorum, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0697.tlg003.local002/.
