Ancient Greek
Excerpt 10
Corpus Hermeticum, Stobaei Hermetica 10.3x
Not analysed yet
⟨⟨εἰ δὲ δεῖ καὶ ἐπὶ πλέον βασανίσαι, οὕτω λογισώμεθα· τὸν μὲν παρεληλυθότα χρόνον ⎡οἰχεσθαι εἰς τὸ μηκέτι [οἴχεσθαι εἰς τὸ μηκέτι] εἶναι τοῦτον⎤, τὸν δὲ μέλλοντα μὴ ὑπάρχειν, ἐν τῷ μηδέπω παρεῖναι· ἀλλὰ μηδὲ τὸν ἐνεστῶτα ⎡συμπαρεῖναι⎤, ἐν τῷ ⟨μὴ⟩ μένειν. ὃς γὰρ οὐχ ἕστηκε⟨ν⟩ [[ῥοπήν]], ἔχων οὐδὲ κέντρου μονήν [χρόνου], πῶς ἐνεστὼς εἶναι λέγεται, ὁ μηδὲ ⟨⟨ῥοπὴν⟩⟩ ἑστάναι δυνάμενος; ⟩⟩