Ancient Greek
Excerpt 15
Corpus Hermeticum, Stobaei Hermetica 15.2
Not analysed yet
καὶ ἡ φύσις, πάντα φύουσα τὰ γιγνόμενα, [φυὴν] ⟨μορφὴν⟩ παρέχει τοῖς φυομένοις, σπείρουσα μὲν ⟨εἰς ὕλην⟩ τὰ ἑαυτῆς σπέρματα [γένεσις], ἔχουσα δὲ ⟨τὴν⟩ ὕλην κινητήν. κινοιυμένη δὲ θερμαίνεται ⟨καὶ ψύχεται ἡ⟩ ⟨⟨ὕλη⟩⟩, καὶ γίγνεται [[ὕλη]] πῦρ καὶ ὕδωρ, τὸ μὲν σθεναρὸν καὶ ἰσχυρόν, ⟨τὸ δὲ ἀσθενές, καὶ τὸ μὲν ποιοῦν,⟩ τὸ δὲ πάσχον. τὸ δὲ πῦρ, ἐναντιούμενον τῷ ὕδατι, ἐξήρανε τοῦ ὔδατος, καὶ ἐγένετο ⟨ἡ γῆ⟩ [[ὀχουμένη ἐπὶ τοῦ ὕδατος]]. περιξηραινομένωΝ δὲ ⟨τούτων⟩, ἀτμὸς ἐγένετο ἐκ [τῶν τριῶν] τοῦ τε ὕδατος ⟨καὶ⟩ τῆς γῆς [καὶ τοῦ πυρός], καὶ ἐγένετο ἀήρ, ⟨⟨ὀχούμενοϲ ἐπὶ ⟨τῆς γῆς καὶ⟩ τοῦ ὕδατος. ⟩⟩