Ancient Greek · ~2 min
Excerpt 15
Corpus Hermeticum, Stobaei Hermetica 15.5
Not analysed yet
ἐπεὶ τοίνυν τὸ πνεῦμα οὐκ εἶχεν ἐν τῇ νηδύι τὴν ζωτικὴν κίνησιν, τὴν δὲ βλαστικὴν ⟨μόνην⟩, καὶ [ταύτην] ⟨ψυχὴν προσ⟩ήρμοσεν ⟨ἡ φύσις τῇ⟩ ἁρμονίᾳ, ὑποδοχὴν οὖσαν τῆς [διανοητικῆς] ζω⟨τικ⟩ῆς ⟨ἐνεργείας⟩. ⟨⟨παρεισέρπει γὰρ τῷ πνεύματι ⟨ἡ ψυχή⟩, καὶ κινεῖ ζωτικῶς. ⟩⟩[[ἔστι δὲ αὕτη ἀμερὴς καὶ ἀμετάβλητος, οὐδέποτε ἐξισταμένη τῆς ἀμεταβλησίας.]] [[τὸ δ᾽ ἐν τῇ νηδύι ἀριθμοῖς λοχεύει καὶ μαιοῦται, καὶ εἰς τὸν ἔξω ἀέρα ἄγει.]]