Ancient Greek · ~3 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.16
Not analysed yet
⟨. . ⟩διαφέρειν [ε]αὐτὰς ἑαυτῶν ἦν ἀναγκαῖον, ἐπειδήπερ τὸ ἐκ τῆς κι⟨ρ⟩νήσεως [τοῦ θεοῦ] ἐξατμιζόμενον ἄνθος οὐκ ἦν ἑαυτῷ ὅμοιον, ἀλλὰ [μεῖζον καὶ] ⟨ὁλο⟩κληρότερον ἦν τοῦ δευτέρου τὸ πρῶτον καὶ τῷ παντὶ καθαρώτερον, τὸ δεύτερον δὲ ἱκανῶς μὲν ⟨ἦσσον⟩ ἦν τοῦ πρώτου [τὸ δεύτερον], πολλῷ δὲ ⟨κρεῖσσον⟩ τοῦ τρίτου [τὸ μεῖζον], καὶ οὕτως ἄχρι βαθμῶν ἑξήκοντα ὁ πᾶς ἀπήρτιστο ἀριθμός· πλὴν ὅτι γε πάσας ⟨ὁμοίως⟩ ἀιδίους εἶναι νομοθετήσας ἔταξεν, ὡς ἂν ἐκ μιᾶς ⟨γενομένας⟩ οὐσίας, ἧς μόνος αὐτὸς ᾔδη ⎡τελειῶ⎤. ⟨ταύ⟩ταις δὲ καὶ τμήματα [καὶ τ⟨α⟩μ⟨ι⟩εῖα] ἐν μεταρσίῳ διέταξε [τῆς ἄνω φύσεως] [οὐρανοῦ], ὅπως τόν τε κύλινδρον περιστροβῶσι τάξει τινὶ καὶ οἰκονομίᾳ καθηκούσῃ, καὶ τὸν πατέρα τέρπωσιν.