Ancient Greek · ~3 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.34
Not analysed yet
ὀξὺ δὲ κωκύσασα ἑτέρα, [καὶ πρὸ τῶν λόγων ἱκανὰ κλαύσασα,] καὶ πολλάκις ἄνω τε καὶ κάτω [τοὺς ⟨οἵ⟩οΥς ἔτυχεν ἔχουσα] μεταφέρουσα ⟨τοὺς⟩ ὀφθαλμούς, Οὐρανέ, τῆς ἡμετέρας εἶπεν ἀρχὴ γενέσεως, ⟨⟨περιλαμπῆ τε [ὀφθαλμοὶ θεῶν] ἄστρα, καὶ [[φῶς]] ἡλίου καὶ σελήνης ⟨⟨φῶς⟩⟩ ἀκοπίαστον· ⟩⟩αἰθήρ τε καὶ ἀήρ, καὶ τοῦ μονάρχου [θεοῦ] [χεῖρές τε καὶ] ἱερὸν πνεῦμα, [[περιλαμπῆ τε ὀφθαλμοὶ θεῶν ἄστρα καὶ φῶς ἡλίου καὶ σελήνης ἀκοπίαστον,]] τὰ τῆς ἡμετέρας ⎡ἀρχῆς⎤ σύντροφα· ὡϲ [ἁπάντων] ⟨⟨μεγάλων τε καὶ λαμπρῶν⟩⟩ ἀποσπώμενα⟨ι⟩ ἄθλια πάσχομεν. ⎡πλέον οὐδ᾽ ὅτι⎤ ἀπὸ [[μεγάλων τε καὶ λαμπρῶν]] [καὶ] τοῦ ἱεροῦ περιχύματος καὶ ⟨τόπου⟩ πλησίου ⟨τοῦ⟩ πόλου καὶ [ἐπὶ] τῆς μακαρίας [μετὰ θεῶν] πολιτείας εἰς ἄτιμα καὶ ταπεινὰ οὕτως ἐγκατειρχθησόμεθα σκηνώματα.