Ancient Greek · ~3 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.36
Not analysed yet
⟨οἱ⟩ ὀφθαλμοὶ [τὰς οὐκέτι τοῦ θεοῦ ψυχὰς] χωρήσουσιν ὀλίγοΝ, καὶ [[παντελῶς μικρὸν]] τῷ ἐν τούτοις ⟨τοῖς⟩ ⟨⟨κύκλοιϲ⟩⟩ ὑγρῷ [καὶ] [[κύκλων]] ⟨⟨παντελῶς μικρὸν⟩⟩ τὸν ἑαυτῶν πρόγονον οὐρανὸν ὁρῶσαι στενάξομεν ἀεί. [ἔστι δ᾽ ὅτε] καὶ ⟨βλέποντες δ᾽⟩ οὐ βλέψομεν ⟨⟨ἄντικρυς⟩⟩· [ἔνθ⟨εν⟩ Ὀρφεύς τῷ λαμπρῷ βλέπομεν, τοῖς δ᾽ ὄμμασιν οὐδὲν ὁρῶμεν·] ἀθλίαι⟨ς⟩ γὰρ κατεκρίθη ⟨ἡ⟩μῖν ⟨σκότος⟩. [καὶ τὸ βλέπειν ἡμῖν οὐκ [[ἄντικρυς]] ἐχαρίσθη, ὅτι χωρὶς τοῦ φωτὸς ἡμῖν τὸ ὁρᾶν οὐκ ἐδόθη.] [⎡τόποι⎤ τοίνυν καὶ οὐκέτ᾽ εἰσὶν ὀφθαλμοί.] ὡς δὲ καὶ τῶν συγγενῶν φυσ[σ]ώντων ἐν ἀέρι πνευμάτων ἀκού⟨ου⟩σαι τλημόνως οἴσομεν ὅτι μὴ συμπνέομεν αὐτοῖς· οἶκος ⟨γὰρ⟩ ἡμᾶς ἀντὶ τοῦ μεταρσίου κόσμου τούτου ὁ βραχὺς περιμένει καρδίας ὄγκος.