Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.43
Not analysed yet
τούτων οὕτως γενομένων, τέκνον Ὧρε, ἰσχυρότατόν τι ἀπὸ γῆς ἀνίσταται πνεῦμα, ἀκατάληπτον μὲν περιοχ῀ιΗ σώματος, δυνάμει δὲ φρονήσεως ὑπερ⟨έ⟩χον, [ὃ] [[καίπερ εἰδὸς ὑπὲρ ὦν ἐπυνθάνετο]] τὸ σῶμα [[μὲν]] κατ⟨ὰ⟩ τύπον ἀνδρὸς περικείμενον, καὶ καλὸν ⟨⟨μὲν⟩⟩ καὶ σεμνοπρεπὲς ὄν, ὑπερβολῇ δὲ ἄγριον καὶ πλῆρες φόβου· ὄ δὴ παραυτίκα τὰς ψυχὰς εἰσιούσας εἰς τὰ πλάσματα θεωρῆσαΝ [αν], ⟨⟨καίπερ εἰδὸς ὑπὲρ ὧν ἐπυνθάνετο,⟩⟩ Τίνες ἔλεγεν οὗτοι καλοῦνται, ὦ Ἑρμῆ, θεῶν ὑπομνηματογράφε;