Ancient Greek · ~3 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.46
Not analysed yet
μηδὲν οὖν ἐμπόδιον ἔχωσιν οὗτοι, ἀλλὰ [τῷ τῆς ἀληθείας ἀγαθῷ μυηθῶσι καὶ] τοῖς χαλεποῖς μὴ βιασθέντες τοῦ φόβου κέντροις ἀμερίμνῳ βίῳ ⟨ἐν⟩τρυφήσωσιν; [[εἶτα οὐ καὶ μέχρις οὐρανοῦ περίεργον ὁπλισθήσεται τόλμαν; οὗτοι οὐκ ἀμερίμνους ἐκτενοῦσιν ἐπεὶ καὶ τὰ στοιχεῖα τὰς ψυχὰς αὐτῶν;]] δίδαξον ἐντεῦθεν ⎡ἐρᾶν τοῦ τί βουλεύεσθαι⎤ ⟨. . . ⟩[ἵνα ἔχωσι καὶ τῆς ἀποτυχίας τὸ χαλεπὸν φοβηθῆναι,] ἵνα τῷ τῆς λύπης δακνηρῷ δαμασθῶσι, τῶν ἐλπιζομένων ἀποτυχόντες. χρεωκοπείσθω [πῶν ψυχῶν] αὐτῶν τὸ περίεργον [ἐπιθυμίαις καὶ φόβοις καὶ λύπαις καὶ ἐλπίσι πλάνοις]. ἐπάλληλοι τὰς ψυχὰς αὐτῶν [ἔρωτες] νεμέσθωσαν ἐλπίδες ποικίλαι [ἐπιθυμίαι], ποτὲ μὲν ἐπιτυγχάνουσαι, ποτὲ δὲ ἀτευκτοῦσαι, ἵνα αὐτοῖς καὶ ⟨τὸ⟩ τῆς ἐπιτυχίας ἡδὺ δέλεαρ ᾖ εἰς ἄθλησιν τελειοτέρων κακῶν. ⎡βαρείτω πυρετὸς αὐτούς, ἵνα, ἐκκακήσαντες κολάσωσι τὴν ἐπιθυμίαν. ⎤