Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.48
Not analysed yet
ἐτέρπετο Μώμου ταῦτα λέγοντος Ἑρμῆς· ἐλέγετο γὰρ οἰκείως αὐτῷ τὰ εἰρημένα. [[καὶ ταῦτα ἔπραττεν ὅσα περ εἰρήκει]] [λέγων] ⟨Ὦ⟩ Μῶμε, ⟨ἔφη,⟩ [ἀλλ᾽ οὐκέτ᾽ ἀργὴ γενήσεται [πνεύματος θείου] φύσις ἡ τοῦ περιέχοντος.] [εἶπε γὰρ εἶναί με ταμίαν καὶ προνοητὴν ὁ τῶν συμπάντων δεσπότης.] [[ἐποπτετῆρα τοίνυν τὰ γῆς ἔσται τῶν ὅλων ὀξυδερκὴς θεὸς Ἀδράστεια.]] ⟨. . . ⟩καί τι κρυπτὸν ὄργανον ἐγὼ τεχνάσομαι, ἀπλανοῦς καὶ ἀπαραβάτου ⎡θεωρίας⎤ ἐχόμενον, ᾦ [τὰ ἐπὶ γῆς] ἀναγκαίως δουλαγωγηθήσεται πάντα τὰ ⟨τῶν ἀνθρώπων⟩ ἀπὸ γενέσεως ἄχρι φθορᾶς ἐσχάτης [[ἔχον τὴν ἀποτελουμέναων πῆξιν]]· πεισθήσεται δὲ τῷ ὀργάνῳ τούτῳ καὶ τὰ ἐπὶ γῆς ἄλλα πάντα. εἶπεν Ἑρμῆς [ἐγὼ δὲ] ταῦτα τῷ Μώμῳ, ⟨⟨καὶ [ταῦτα] ἔπραττεν ὅσα περ εἰρήκει. ⟩⟩καὶ ἤδη τὸ ὄργανον ἐκινεῖτο· ⟨⟨ἐπόπτε⟨ι⟩[τη]ρα [τοίνυν τὰ γῆς] ⟨δ᾽ ἐπ⟩έστΗ τῶν ὅλων ὀξυδερκὴς θεὸς Ἀδράστεια,⟩⟩ ⟨⟨ἕχοΥ⟨σα⟩ τὴν ⟨τῶν⟩ ἀποτελουμένων πῆξιν. ⟩⟩