Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.59
Not analysed yet
γῆ παρῆν περίλυπος ἑξῆς, καὶ ⎡τάξομαι τῆς ἀπὸ τῶν 25 λόγων⎤, ὦ παῖ μεγαλόδοξε, οὕτως λέγειν ἤρξατο· Βασιλεῦ καὶ ⟨⟨πάτερ⟩⟩, τῶν οὐρανίων πρύτανι [καὶ δέσποτα] ἁψίδων, ⟨καὶ⟩ στοιχείων ἡμῶν ἡγεμὼν [[πάτερ]] τῶν σοι παρεστώτων, ἐξ ὧν [αὐξήσεως καὶ μειώσεως] ἀρχὴν ἔχει τὰ πάντα, εἰς ἃ καὶ πάλιν καταλήγοντα ἀναγκαίως ὀφειλόμενον τέλος ἔχει· [ἀλόγιστος, ὦ πολυτίμητε, καὶ ἄθεος] [[ἀπ’ ἀνθρώπων ἐπ᾽ ἐμὲ χορὸς ἔπεστι]] [χωρῶ δ᾽ ἐγὼ καὶ φύσιν πάντων] ⟨⟨στοιχείων τιμιωτέραν τῶν ἄλλων τὴν γῆν [μετ]ἐποίησαϲ· ⟩⟩αὐτὴ γάρ, ὡς σὺ προσέταξας, καὶ φέρω πάντα καὶ [τὰ φονευθέντα] δέχομαι. ἀτιμοῦμαι δὲ ἤδη·