Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.64
Not analysed yet
καὶ ἐκ τούτου εἶπεν Ὧρος· Ὦ τεκοῦσα, πῶς οὖν τὴν τοῦ θεοῦ ἀπόρροιαν ἔχειν εὐτύχησεν ἡ γῆ; —καὶ εἶπεν Ἶσις· Παραιτοῦμαι [[γένεσιν ἱστορεῖν]] [[οὐ γὰρ θεμιτὸν]] σῆς σπορᾶς καταλέγειν ἀρχήν, ὦ μεγαλοσθενὲς Ὧρε· ⟨⟨οὐ γὰρ θεμιτὸν⟩⟩ [ὡς μήποτε ὕστερον εἰς ἀνθρώπους ἀθανάτων ⟨δι⟩έλθῃ γένεσις] θεῶν ⟨⟨γένεσιν ἱστορεῖν⟩⟩· πλὴν ὅτι γε ὁ μόναρχος θεός, ὁ τῶν συμπάντων [κοσμοποιητὴς καὶ] τεχνίτης, τ῀ιΗ ⟨γῇ⟩ τὸν μέγιστόν σου πρὸς ὀλίγον ἐχαρίσατο πατέρα Ὄσιριν καὶ τὴν μεγίστην θεὰν Ἶσιν, ἵνα τῶν πάντων δεομένῳ ⟨τῷ⟩ κόσμῳ βοηθοὶ γένωνται.