# Stobaei Hermetica 24.1

Corpus Hermeticum, Stobaei Hermetica, Excerpt 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/stobaei-hermetica/24.1

Σὺ δέ, ὦ παῖ μεγαλόψυχε, εἴ τι θέλεις ἕτερον ἐπεράτα.καὶ εἶπεν Ὧρος· Ὦ πολυτίμητε μῆτερ, εἰδῆσαι θέλω πῶς γίγνονται βασιλικαὶ ψυχαί.—καὶ εἶπεν Ἶσις· Ἡ γιγνομένη, τέκνον Ὧρε, περὶ τὰς βασιλικὰς ψυχὰς διαφορὰ τοιαύτη τίς ἐστιν. [ἐπεὶ γὰρ] τόποι τέσσαρές εἰσιν ἐν τῷ παντί, οἵτινες ἀπαραβάτῳ νόμῳ καὶ ⟨βασιλικῇ⟩ προστασίᾳ ὑποπίπτουσιν, ὅ τε οὐρανὸς καὶ ⟨ὁ⟩ αἰθὴρ καὶ ὁ ἀὴρ καὶ ἡ [ἱερωτάτη] γῆ. καὶ ἄνω μέν, ὦ τέκνον, ἐν οὐρανῷ θεοὶ κατοικοῦσιν, ὧν ἄρχει μετὰ καὶ τῶν ἄλλων πάντων ὁ τῶν ὅλων δημιουργός· ἐν δὲ τῷ αἰθέρι ἀστέρες, ὦν ἄρχει ὁ μέγας φωστὴρ ἥλιος· ἐν δὲ τῷ ἀέρι ψυχαὶ [δὲ μόναι], ὧν ἄρχει σελήνη· ἐπὶ δὲ τῆς γῆς ἄνθρωποι [καὶ τὰ λοιπὰ ζῷα], ὦν ἄρχει ὁ ⟨ἀεὶ⟩ [[κατὰ καιρὸν]] βασιλεύς· γεννῶσι γάρ ⟨⟨κατὰ καιρόν⟩⟩, ὦ τέκνον, [βασιλεῖς] ⟨ἄνθρωπον⟩ οἱ θεοὶ ἐπάξιοΝ τῆς ἐπιγείου (ἡ⟩γ⟨εμ⟩ονίας.

---

Anonymous, Stobaei Hermetica, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg020.local001/.
