Ancient Greek · ~3 min
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.17
Not analysed yet
Καἰ τοῦτό μοι, κυρία μῆτερ, ἔκθου· παρὰ ποίαν αἰτίαν ἔτι ζώντων ἀνθρώπων ἐν ταῖς μακραῖς νόσοις καὶ ὁ [λόγος καὶ αὐτὸς ὁ] λογισμὸς καὶ αὐτὴ ἡ ψυχὴ ἔσθ᾽ ὅτε βλάπτεται καὶ ἀπεκρίθη Ἶσις· Τῶν ζῴ[ντ]ων, ὦ τέκνον, τὰ μὲν ᾠκείωται πρὸς τὸ πῦρ, τὰ δὲ πρὸς τὸ ὕδωρ, τὰ δὲ πρὸς ἀέρα, τὰ δὲ πρὸς γῆν, τὰ δὲ πρὸς τούτων δύο ἢ τρία [τὰ δὲ καὶ πρὸς τὰ ὅλα]· ⟨καὶ⟩ πάλιν αὖ τὰ μὲν ἀπηλλοτρίωται τοῦ πυρός, τὰ δὲ τοῦ ὕδατος, τὰ δὲ τῆς γῆς, τὰ δὲ τοῦ ἀέρος, τὰ δὲ δύο τούτων, τὰ δὲ τριῶν [τὰ δὲ τῶν ὅλων].