# Stobaei Hermetica 24.9

Corpus Hermeticum, Stobaei Hermetica, Excerpt 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/stobaei-hermetica/24.9

ἡ δὲ [[διαφορὰ]] ⟨αἰτία⟩ τοῦ τὰς μὲν ⟨τῶν ἀρρένων⟩ ⟨ὀ⟩βριμω[δεσ]τέρας εἶναι, τὰς δὲ ⟨τῶν θηλειῶν⟩ εὐαφεῖς, ⟨...⟩ ⎡ὁ ἀήρ ἐστι, τέκνον Ὧρε, ἐν ᾧ πάντα γίγνεται· ἀὴρ δὲ ψυχῆς ἐστιν⎤ ⟨...⟩ αὐτὸ τὸ σῶμα ὃ περιβέβληται, ὅπερ στοιχείων ἐστὶ φύραμα, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός. ἐπεὶ οὖν τὸ μὲν τῶν θηλειῶν σύγκριμα πλεονάζει μὲν τῷ ὑγρῷ καὶ ⟨τῷ⟩ ψυχρῷ, λείπεται δὲ τῷ ξηρῷ καὶ ⟨τῷ⟩ θερμῷ, παρὰ τοῦτο ἡ εἰς τοιοῦτον πλάσμα συγκλειομένη ψυχὴ δίυγρος γίγνεται καὶ τρυφερά, ὥσπερ ἐπὶ τῶν ἀρρένων τὸ ἐναντίον ἐστιν εὑρεῖν· ἐΝ γὰρ τούτοις πλεονάζει μὲν τὸ ξηρὸν καὶ τὸ θερμόν, λείπεται δὲ τὸ ψυχρὸν καὶ ⟨τὸ⟩ ὑγρόν, ⟨καὶ⟩ διὰ τοῦτο αἱ ἐν τοιούτοις σώμασι ψυχαὶ τραχεῖαι καὶ ἐργατικώτεραί εἰσι.—

---

Anonymous, Stobaei Hermetica, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg020.local001/.
