Ancient Greek · ~2 min
Excerpt 25
Corpus Hermeticum, Stobaei Hermetica 25.10
Not analysed yet
ἔχει μέντοι ἐν ἑαυτῷ [ὁδὸν] ⟨κίνησιν⟩ ὁ [τοσοῦτος] ἀήρ, ὃν ἄνεμον καλεῖν ἔθος ἐστὶν ἡμῖν, [ἴδιον] [μέγεθος ἐν ὦ] ⟨ἢν⟩ κινεῖται πρὸς ἀνάψ υξιν τῶν ἐπιγείων· ὃ δὴ καὶ ὕστερον ἐρῶ. κατ᾽ οὐδένα μέντοι τρόπον πρὸς ἑαυτὸν κινούμενος ἐμπόδιον γίγνεται ψυχαῖς· κινουμένου γὰρ τούτου ἔξεϲτι ψυχαῖς ἀναΐσσειν καὶ καταΐσσειν, ὡς ἃν τύχῃ, ἀδιακωλύτως. ῥέουσι γὰρ δι᾽ αὐτοῦ ἀμιγῶς καὶ ἀκολλητί, ὡς δι᾽ ἐλαίου ὕδωρ.]