# Stobaei Hermetica 25.11

Corpus Hermeticum, Stobaei Hermetica, Excerpt 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/stobaei-hermetica/25.11

τὸ δὲ διάστημα τοῦτο, ὦ τέκνον Ὧρε, μοιρῶν μέν ἐστι γενικῶν τεσσάρων, ⟨ε⟩ἰδικῶν δὲ χωρῶν ἑξ⟨ήκοντα. καὶ τῶν μοιρ⟩ῶν ἡ μὲν ἀπὸ γῆς ἄνω χωρῶν ἐστι τεσσάρων, ὡς τὴν γῆν κατά τινας λόφους καὶ ἀκρωρείας [ἀνατεῖναι καὶ] φθάνειν ἄχρι τοσούτου· ὑπὲρ γὰρ ταύτΗς αὐτὴν ἀναβῆναι ⟨εἰς⟩ [τὸ] ὕψος οὐκ ἔχει φύσιν. ἡ δ᾽ ἀπὸ ταύτης δευτέρα ἐστι χωρῶν ὀκτώ· ἐν αἷς γίγνονται ἀνέμων κινήσεις. [πρόσεχε, παῖ· ἀρρήτων γὰρ ἐπακούεις μυστηρίων γῆς τε καὶ οὐρανοῦ καὶ παντὸς τοῦ μέσου [ἱεροῦ] πνεύματος.] ὅπου ⟨δὲ⟩ ἡ τοῦ ἀνέμου κίνησις. ⟨ἐκεῖ⟩ καὶ ἡ τῶν ὀρνέων πτῆσις· ὑπὲρ γὰρ ταύτης οὔτε [[ἀὴρ]] κινεῖται ⟨ὁ⟩ ⟨⟨ἀὴρ⟩⟩ οὔτε ζῷον βαστάζει. ἔχει μέντοι παρὰ τῆς φύσεως ταύτην τὴν ἐξουσίαν ὁ ἀὴρ οὗτος, ὥστε καὶ ἐν ταῖς ἰδίαις ὀκτὼ χώραις καὶ ἐν ταῖς τῆς γῆς τέτταρσι περιπολεῖ⟨ν⟩ μεθ᾽ ὧν ἔχει ζῴων, τῆς γῆς εἰς τὰς [ε]αὐτοῦ ἐπαναβῆναι ⟨μὴ⟩ δυναμένης.

---

Anonymous, Stobaei Hermetica, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg020.local001/.
