Ancient Greek · ~2 min
Excerpt 25
Corpus Hermeticum, Stobaei Hermetica 25.13
Not analysed yet
καὶ ἔστιν ἡ διάταξις αὕτη κατ᾽ εὐθυτενῆ γραμμὴν ἄνωθεν κάτω [ἀκολλητὶ] [τὴν φύσιν], ὡς εἶναι μοίρας [γενικὰς] μὲν τέσσαρας, [διαστηματικὰς δὲ δώδεκα,] χώρας δὲ ἑξήκοντα. ἐν δὲ ταῖς χώραις ταύταις, ἑξ⟨ήκοντα⟩ οὔσαις τὸν ἀριθμόν, οἰκοῦσιν αἱ ψυχαί, ἑκάστη πρὸς ἣν ἔχει φύσιν, μίας μὲν καὶ τῆς αὐτῆς συστάσεως οὖσαι, οὐκέτι δὲ τιμῆς· ὅσῳ γὰρ ἑκάστη τῶν χωρῶν ἀπὸ γῆς ὑπερβέβηκε⟨ν⟩ [τῆς] ἑτέρας, τοσούτῳ καὶ ⟨αἱ⟩ ἐν αὐταῖς ψυχαὶ ⟨ἡ⟩ ἑτέρα τὴν ἑτέραν καθ᾽ ὑπεροχὴν λείπειν, ὦ τέκνον. [χώρα καὶ ψυχή.]