Ancient Greek
Excerpt 25
Corpus Hermeticum, Stobaei Hermetica 25.4
Not analysed yet
ἀλλ᾽ οὐκ ἔχει οὕτως, ὦ μεγαλόφρων Ὧρε· [[μύστης δὲ ὥσπερ τῆς ἀθανάτου φύσεως καὐτὴ τυγχάνουσα, καὶ ὡδευκυῖα διὰ τοῦ πεδίου τῆς ἀληθείας, διεξελεύσομαί σοι τῶν ὄντων τὸ καθ᾽ ἕκαστον, ἐκεῖνό σοι φήσασα πρῶτον, ὡς δὴ]] τὸ ⟨μὲν γὰρ⟩ ὕδωρ σῶμά ἐστιν ἄλογον, ἐκ πολλῶν συγ⟨κε⟩κριμέΝον παρατεθλιμμένων εἰς χύσιν, ἡ δὲ ψυχὴ πρᾶγμα ἰδιοφυές, τέκνον, [καὶ βασιλικόν,] καὶ ἔργον τῶν τοῦ θεοῦ χειρῶν τε καὶ νοῦ, ⎡αὐτῷ θ᾽ ἑαυτῷ⎤ εἰς νοῦν ὁδηγούμενον. τὸ τοίνυν ἐξ ἑνὸς καὶ οὐκ ἐκ ⟨π⟩ολλῶΝ ἀδύνατον ἑτέρῳ ἀναμιγῆναι· ὅθεν δεῖ καὶ τὴν πρὸς τὸ σῶμα αὐτῆς σύνοδον [ἁρμονίαν θεοῦ] ὑπὸ ἀνάγκης γενομένην εἶναι.