Ancient Greek
Excerpt 25
Corpus Hermeticum, Stobaei Hermetica 25.6
Not analysed yet
[ἀλλὰ καὶ] πρόσ⟨σ⟩χες ⟨γάρ⟩, ὦ περιπόθητε Ὧρε, τῷ λεγομένῳ ὁμοιώματι. φέρε γὰρ εἰς ἓν καὶ τὸ αὐτὸ συσχετήριον ἐγκεκλεῖσθαι ἀνθρώπους τε, καὶ ἀετοὺς καὶ περιστερὰς καὶ κύκνους καὶ ἱέρακας καὶ χελιδόνας καὶ στρουθοὺς καὶ μυίας, [[καὶ ὄφεις]], καὶ λέοντας καὶ παρδάλεις καὶ λύκους καὶ κύνας καὶ λαγωοὺς καὶ βόας καὶ ποίμνια, ⟨⟨καὶ ὄφεις,⟩⟩ καί τινα τῶν ⎡τῆς κοινότητος ἐχομένων⎤ ζῴων, οἱονεὶ φώκας καὶ ἐνύδρεις καὶ χελώνας καὶ τοὺς ἡμετέρους κροκοδείλους· ἔπειτα τούτους, ὦ τέκνον, ⟨πάντας⟩ ὑπὸ μίαν ῥοπὴν ἀπολυθῆναι τοῦ συσχετηρίου.