# Stobaei Hermetica 25.7

Corpus Hermeticum, Stobaei Hermetica, Excerpt 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/stobaei-hermetica/25.7

⟨οὐ⟩ πάντως τραπήσονται οἱ μὲν ἄνθρωποι εἰς [τε] ἀγορὰς καὶ στέγας, ὁ δὲ ἀετὸς εἰς τὸν αἰθέρα, ὅπου καὶ φύσιν ἔχει διαιτᾶσθαι, αἱ δὲ περιστεραὶ εἰς τὸν πλησίον ἀέρα, οἱ δὲ ἱέρακες ὑπεράνω τούτων; αἱ δὲ χελιδόνες οὐχὶ ὅπου ἂν οἰκῶσιν ἄνθρωποι, οἱ δὲ στρουθοὶ περὶ τὰ καρποφόρα τῶν δένδρων, οἱ δὲ κύκνοι ὅπου ἔξεστιν αὐτοῖς ᾄδειν, αἱ δὲ μυῖαι περὶ αὐτὴν τὴν γῆν, τοσοῦτον αὐτῆς ἀπέχουσαι ὅσον ἀναβῆναι δύνα[ν]ται ἀνθρώπαων [τῇ] ὀσμή;—ἀνθρωπόλιχνον γὰρ ἰδίως, ὦ τέκνον, ἐστὶν ἡ μυῖα, καὶ χαμαιπετές·— οἱ δὲ λέοντες καὶ παρδαλεῖς οὐκ ἐπὶ τὰ ὄρη, οἱ δὲ λύκοι ἐπὶ τὰς ἐρημίας, οἱ δὲ κύνες κατ᾽ ἴχνος ἀνθρώπων, λαγωοὶ δὲ ⟨εἰς⟩ δρυμούς, καὶ βόες ⟨εἰς⟩ αὐλιστήρια [πεδία], καὶ εἰς τὰς νομὰς τὰ ποίμνια; οἱ δὲ ὄφεις εἰς τὰ μύχια τῆς γῆς; φῶκαι δὲ καὶ χελῶναι μετὰ τῶν ὁμοίων εἰς βάθη καὶ νάματα. ὡς μὴ πεδιάδος γῆς στέροιντο μηδὲ τοῦ συγγενοῦς ἀπολειφθεῖεν ὕδατος, ἑκάστου εἰς τὴν οἰκείαν χώραν ὑπὸ τοῦ ἔνδον κριτηρίου ἀνατρεπομένου;

---

Anonymous, Stobaei Hermetica, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg020.local001/.
