Ancient Greek
Excerpt 25
Corpus Hermeticum, Stobaei Hermetica 25.8
Not analysed yet
οὕτως ἑκάστη ψυχή, καὶ ἄνθρωπευομένη καὶ ἄλλως ἐπιγεἴζονσα, οἶδεν ὅπου πορευτέον αὐτῇ ἐστι· πλὴν εἰ μή τις τῶν Τυφωνίων, ὦ τέκνον, παρελθὼν λέγοι ὅτι δυνατὸν ταῦρον μὲν ἐν βυθῷ ἐν ⟨δὲ⟩ ἀέρι χελώνην διαζῆν. εἰ δὴ τοῦτο πάσχουσι σαρκὶ καὶ αἵματι βεβαπτισμέναι, ὡς μηδὲν παρὰ τάξιν πράσσειν κἂν κολάζωνται,—κόλασις γὰρ αὐταῖς ἡ ἐνσωμάτωσις,—πόσῳ πλέον [βαπτισμοῦ καὶ] ⟨τῆς⟩ κολάσεως ⟨ἀπολυθεῖσαι⟩, καὶ ἐλευθερίας ⟨τῆς⟩ ἰδίας μετασχοῦσαι;