Ancient Greek · ~5 min
26.26 to 26.30
Corpus Hermeticum, Stobaei Hermetica 26.26-30
Not analysed yet
[ἐπὰν γὰρ οὕτως διατεθῇ τό τε θερμὸν καὶ τὸ ἀερῶδες, ἃ δὴ σύσκηνά ἐστι τῆς ψυχῆς, τότε ἐν ⎡ἀλληγορίαις⎤ καὶ ἐκστάσεσι γίγνεται τὸ ζῷον.] [πεπύκνωται γὰρ τὰ στοιχεῖα δι᾽ ὧν διαφθείρεται τὰ σώματα.] [[αὐτὸ μὲν γὰρ τὸ γεῶδές ἐστιν ἡ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς συμπαγίαν περίχυσις, τὸ γὰρ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ.]] ὥσπερ οὖν ὁ ἐκ τῆς πρώτης συνόδου καὶ κράσεως τῶν στοιχείων γιγνόμενος ἀτμός [καὶ ὡσανεὶ ἔξαψις καὶ ἀναθυμίασις,] ὁποῖος [ε]ἂν ᾖ, παραμιγεὶς τῇ ψυχῇ, ἄγει [ε]αὐτὴν εἰς ἑαυτόν, [ὡς ἂν ἔχῃ φύσεως, εἴτε σπουδαίως εἴτε μή], ⟨οὕτω καὶ. . . ⟩. τῇ ⟨μὲν⟩ γὰρ ἐξ ἀρχῆς ⟨. . . ⟩[πρὸς αὐτὸν οἰκειότητι καὶ συντροφίᾳ] ἐπιμένουσα ἡ ψυχὴ τὴν τάξιν διατηρεῖ· ὅταν δὲ ἐπιπροσγένηται ἤτοι τῷ ὅλῳ συγκράματι ἢ καὶ [μέρεσιν ἢ] μέρει ⟨τινὶ⟩ αὐτοῦ ἔξωθέν τις πλείω⟨ν⟩ μοῖρα τοῦ προκαταβεβλημένου, ⟨τό⟩τε ⟨⟨μεταλλοιούμενος⟩⟩ [[καὶ]] ὁ ἐντεῦθεν [[μεταλλοιούμενος]] ⟨γιγνόμενος⟩ ἀτμὸς μεταλλοιοῖ ⟨⟨καὶ⟩⟩ [ἤτοι] τὴν τῆς ψυχῆς διάθεσιν [ἢ τὴν τοῦ σώματος]. [τὸ ⟨μὲν⟩ γὰρ πῦρ καὶ τὸ πνεῦμα, ἀνωφερῆ ὄντα, ἐπὶ τὴν ψυχήν, ὁμ[οι]όχωρον αὐτοῖς ὑπάρχουσαν, ἀνατρέχει, τὸ δὲ ὑγρὸν καὶ τὸ γεῶδες, κατωφερῆ ὄντα, τῷ σώματι, ὁμοέδρῳ ὄντι, ἐφιζάνει].