# Stobaei Hermetica 29.1

Corpus Hermeticum, Stobaei Hermetica, Excerpt 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/stobaei-hermetica/29.1

ἑπτὰ πολυπλανέες κατ᾽ Ὀλύμπιον ἀστέρες οὐδὸν εἱλεῦνται, μετὰ τοῖσιν ἀεὶ περινί⟨σ⟩σεται αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, ⎡παστοφόρος⎤ Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς, καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ᾽ οὗ φύσις ἐβλάστησεν. οἱ δ᾽ αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δ᾽ ἐν ἡμῖν Μήνη, Ζεύς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς. τοὔνεκ᾽ ἀπ᾽ αἰθερίου ⎡μεμερίσμεθα⎤ πνεύματος ἕλκειν δάκρυ, γέλωτα, χόλον, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν. δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς ⎡δὴ⎤ γένεσις, λόγος Ἑρμῆς, θυμὸς Ἄρης, Μήνη δ᾽ ἄρ᾽ ὕπνος, Κυθέρεια δ᾽ ὄρεξις, Ἠέλιος δὲ γέλως· τούτῳ γὰρ ἅπασα ⎡δικαίως⎤ καὶ θνητὴ διάνοια γελᾷ καὶ κόσμος ἀπείρων.

---

Anonymous, Stobaei Hermetica, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg020.local001/.
