Ancient Greek · ~2 min
Excerpt 2a
Corpus Hermeticum, Stobaei Hermetica 2a.2
Not analysed yet
καὶ τὰ ⟨ἀίδια⟩ σώματα αὐτὰ ⟨μὲν καθ᾽ αὑτὰ⟩ ἀληθῆ ἐστι, πῦρ αὐτόπυρ [μόνον καὶ οὐδὲν ἄλλο], γῆ αὐτόγη [καὶ οὐδὲν ἄλλο], ἀὴρ αὐτοάηρ, ὕδωρ αὐτοΰδωρ [καὶ οὐδὲν ἄλλο]. τὰ δὲ ἡμέτερα σώματα ἐκ πάντων τούτων συνέστηκεν· ἔχει μὲν γάρ ⟨τι⟩ πυρός, ἔχει δὲ καὶ γῆς [ἔχει] καὶ ὕδατος καὶ ἀέρος· καὶ οὔτε πῦρ ἐστιν ⟨ἐν αὐτοῖς ἀληθὲς⟩ οὔτε γῆ οὔτε ὕδωρ οὔτε ἀήρ, οὔτε οὐδὲν ἀληθές. εἰ δὲ μὴ τὴν ἀρχὴν ἡ σύστασις ἡμῶν ἔσχε τὴν ἀλήθειαν, πῶς ἂν δύναιτο ἀλήθειαν ἢ ἰδεῖν ἢ εἰπεῖν; [νοῆσαι δὲ ⟨δυνατὸν⟩ μόνον ἐὰν ὁ θεὸς θέλῃ.]