Ancient Greek
Excerpt 2b
Corpus Hermeticum, Stobaei Hermetica 2b.5
Not analysed yet
⟨. . . ⟩αὕτη γὰρ μόνη ἐστίν, ὦ τέκνον, [ἡ] πρὸς ἀλήθειαν ὁδός· ἣν καὶ οἱ ἡμέτεροι πρόγονοι ὥδευσαν, καὶ ὁδεύσαντες ἔτυχον τοῦ ἀγαθοῦ. σεμνὴ αὕτη ὁδὸς καὶ ⎡λεία⎤, χαλεπὴ δὲ ψυχῇ ὁδεῦσαι ἐν σώματι οὔσῃ. πρῶτον [μὲν] γὰρ αὐτὴν ἑαυτῇ πολεμῆσαι δεῖ, καὶ [δια]στάσιν μεγάλην ποιῆσαι, καὶ ὑπὸ τοῦ ἑνὸς μέρους ⟨τὰ⟩ πλέω νικηθῆναι. ἑνὸς γὰρ γίγνεται πρὸς δύο ἡ [συ]στάσις, τοῦ μὲν ⟨ἄνω⟩ ϲΠεύΔοντος, τῶν δὲ καθελκόντων κάτω· καὶ ἔρις καὶ μάχη πολλὴ πρὸς ἄλληλα τούτων γίγνεται [τοῦ μὲν φυγεῖν βουλομένου, τῶν δὲ κατασχεῖν σπευδόντων].