Ancient Greek · ~2 min
Excerpt 3
Corpus Hermeticum, Stobaei Hermetica 3.12
Not analysed yet
τῶν δὲ ἐνεργειῶν αἱ μέν εἰσι τῶν θείων σωμάτων ⟨ἐνεργητικαί⟩, αἱ δὲ τῶν φθαρτῶν· καὶ ⟨τῶν εἰς τὰ φθαρτὰ ἐνεργουσῶν⟩ αἱ μὲν καθολικαὶ, ⟨αἱ δὲ γενικαί,⟩ αἱ δὲ ⟨ε⟩ἰδικαί. [καὶ αἱ μὲν τῶν γενῶν, αἱ δὲ [τῶν μερῶν] ἑνὸς ἑκάστου.] θεῖαι μὲν οὗν εἰσιν αἱ εἰς τὰ ⟨ἀ⟩ίδια σώματα ἐνεργοῦσαι· αὗται δὲ καὶ τέλειαί εἰσιν, ὡς εἰς τέλεια σώματα. ⟨καθολικαὶ δὲ αἱ εἰς τὰ φθαρτὰ σύμπαντα· ⟩ΓεΝικαὶ δὲ αἱ δι᾽ ἑνὸς ἑκάστου γένους τῶν ζῴων· ⟨ε⟩ἰδικαὶ δὲ αἱ εἰς ἕκαστόν ⟨⟨τι⟩⟩ τῶν ὄντων [[τι]].