Ancient Greek · ~2 min
Excerpt 3
Corpus Hermeticum, Stobaei Hermetica 3.16
Not analysed yet
⟨⟨καὶ τὰ μὲν⟩⟩ ⟨θνητὰ σώματα αἴσθησιν ἔχει· ⟩τὰ δὲ ἀθάνατα σώματα [[αὐτὰ μὲν]] αἴσθησιν οὐκ ἔχει, ὡς ἐξ οὐσίας ⟨οὐ⟩ τοιαύτης συνεστῶτα. ἡ γὰρ αἴσθησις οὐδ᾽ ὅλως ἄλου ἐστὶ [σωματικὴ] ⟨καταληπτικὴ⟩ ἢ τοῦ προσγινομένου τῷ σώματι [κακοῦ ἢ τοῦ ἀγαθοῦ], ἢ τοῦ πάλιν αὖ ἀπογινομένου· τοῖς δὲ ἀιδίοις σώμασιν οὔτε προσγίνεταί ⟨τι⟩ οὔτε ἀπογίνεται· διὸ αἴσθησις ἐν ἐκείνοις οὐ γίνεται.