# Stobaei Hermetica 3.18x-18

Corpus Hermeticum, Stobaei Hermetica, 3.18x to 3.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/stobaei-hermetica/3.18x

⟨⟨⟨αἱ γὰρ⟩ αἰσθήσεις [μέν] εἰσὶ παθητικαί [δέ], κατὰ αὔξησιν μόνον καὶ κατὰ μείωσιν γιγνόμεναι. τὸ δὲ πάθος καὶ ⟨ἡ⟩ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται· ὑπὸ δὲ τῶν ἐνεργειῶν ⟨ἀποτελεῖται συναμφότερα⟩.⟩⟩— Ἐν παντὶ οὖν ⟨παθητῷ⟩ σώματι αἴσθησις [αἰσθάνεται] ⟨γίνεται⟩;—Ἐν παντί, ὦ τέκνον· καὶ ⟨γὰρ⟩ ἐνέργειαι ⟨ἐν⟩ πᾶσιν ἐνεργοῦσι.—ΚἀΝ τοῖς ἀψύχοις, ὦ πάτερ;—ΚἀΝ ⟨τοῖς⟩ ἀψύχοις, ὦ τέκνον. διαφοραὶ δέ εἰσι τῶν αἰσθήσεων· αἱ μὲν ⟨γὰρ⟩ τῶν λογικῶν μετὰ λόγου γίγνονται, αἱ δὲ τῶν ἀλόγων ⎡σωματικαί⎤ εἰσι μόνον, αἱ δὲ τῶν ἀψύχων ⟨...⟩. [[αἰσθήσεις μέν εἰσι, παθητικαὶ δέ, κατὰ αὔξησιν μόνον δὲ κατὰ μείωσιν γιγνόμεναι. τὸ δὲ πάθος καὶ αἴσθησις ἀπὸ μιᾶς κορυφῆς ἤρτηνται, εἰς δὲ τὸ αὐτὸ συνάγονται, ὑπὸ δὲ τῶν ἐνεργειῶν.]]

---

Anonymous, Stobaei Hermetica, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg020.local001/.
