Ancient Greek
4a.6x to 4a.9
Corpus Hermeticum, Stobaei Hermetica 4a.6x-9
Not analysed yet
⟨⟨ἐπὰν γὰρ ⟨τοῦ⟩ θνητο῀Υ ϲώΜατοϲ ἀπαλλαγῇ, χωρίΖεται τῶν ἀλόγων ἑαυτῆς μερῶν, εἰϲελθοῦσα ⟨δὲ⟩ εἰς τὸ θεῖον σῶμα, ὡς ἀεικίνητος ⟨οὖσα⟩ ἐν αὐτῷ κινεῖται, συμπεριφερομένη τῷ παντί. ⟩⟩ἡ δὲ τῶν ἀλόγων συνέστηκεν ἐκ θυμοῦ τε καὶ ἐπιθυμίας. διόπερ καὶ ἄλογα ἐκλήθη τὰ ζῷα ταῦτα, στερήσει τοῦ [α]λογ⟨ικ⟩οῦ τῆς ψνχῆς. τετάρτην δὲ νόει τὴν τῶν ἀψύχων ⟨ἐνέργειαν⟩, ἥτις ἔξωθεν οὖσα τῶν σωμάτων ἐνεργεῖ κινοῦσα. αὕτη δ᾽ ἂν εἴη ἡ ἐν τῷ θείῳ σώματι κινουμένη ⟨ψυχή⟩, καὶ ὥσπερ κατὰ πάροδον ταῦτα κινοῦσα. —