Ancient Greek · ~3 min
5.1 to 5.3
Corpus Hermeticum, Stobaei Hermetica 5.1-3
Not analysed yet
καὶ ὁ μὲν [κύριος καὶ πάντων] δημιουργὸς τῶν ἀιδίων σωμάτων, ὦ Τάτ, ἅπαξ ποιήσας οὐκέτι ἐποίησεν οὐδὲ ποιεῖ· ταῦτα γὰρ ἑαυτοῖς παραδοὺς καὶ ἑνώσας ἀλλήλοις ἀφῆκε φέρεσθαι, μηδεν⟨ὸς⟩ ἐνδέοντα [ὡς ἀίδια]. εἰ δὲ δέονται τινῶν, ἀλλήλων δέ[ησ]ονται, οὐδεμιᾶς δὲ τῆς ἔξωθεν ἐπιφορᾶς, ⟨. . . ⟩⎡ὡς⎤ ἀθάνατα· ἔδει γὰρ τὰ ὑπ᾽ ἐκείνου σώματα γενόμενα τοιαύτην ἔχειν [καὶ] τὴν φύσιν. ὁ δὲ ἡμέτερος δημιουργός, ἐν σώματι ὤν, ἐποίησεν ἡμᾶς, καὶ ποιεῖ ἀεὶ καὶ ποιήσει, σώματα ⟨ἔχοντας⟩ διαλυτὰ καὶ θνητά. οὐ γὰρ θέμις ἦν αὐτῷ μιμεῖσθαι τὸν ἑαυτοῦ δημιονργόν, ἄλλως τε καὶ ⟨. . . ⟩ἀδύνατον· ὁ μὲν γὰρ ἐκ τῆς πρώτης οὐσίας ἐποίησεν, οὔσης ἀσωμάτου, ὁ δὲ ἐκ τῆς γε[ι]νομένης σωματώσεως ἐποίησεν ἡμᾶς. εἰκότως οὖν [κατὰ τὸν ὀρθὸν λόγον] ἐκεῖνα μὲν τὰ σώματα, ὡς ἐξ ἀσωμάτου οὐσίας γεγενημένα, ἀθάνατά ἐστι· τὰ δὲ ἡμέτερα διαλυτὰ καὶ θνητά, ὡς τῆς ⎡ὕλης⎤ ἡμῶν ἐκ σωμάτων συνεστώσης.