# Stobaei Hermetica 6.1-2

Corpus Hermeticum, Stobaei Hermetica, 6.1 to 6.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/stobaei-hermetica/6.1

Ἐπεί μοι ἐν τοῖς ἔμπροσθεν γενικοῖς λόγοις ὑπέσχου δηλῶσαι περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, νῦν μοι δήλωσον περὶ αὐτῶν καὶ τῆς τούτων ἐνεργείας.—Οὐδ[ε]εὶς φθόνος, ὦ Τάτ· καὶ ὁ κυριώτατος πάντων λόγος καὶ κορυφαιότατος οὖτος ἂν εἴη. ϲὺ δὲ νόει [οὕτως]. ἔφαμέν σοι περὶ τοῦ ζῳδιακοῦ κύκλου, [[καὶ]] τοῦ ⟨⟨καὶ⟩⟩ ζῳοφόρου, καὶ τῶν πέντε πλανητῶν καὶ ἡλίου καὶ σελήνης καὶ τοῦ ἑκάστου τούτων κύκλου. —Ἔφης γάρ, ὦ Τρισμέγιστε. —Οὕτως βούλομαί σε νοεῖν καὶ περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, μεμνημένοΝ ἐκείνων, ἵν᾽ εὔγνωστός σοι καὶ ὁ περὶ τούτων λόγος γένοιτο.—Μέμνημαι, ὦ πάτερ.—

---

Anonymous, Stobaei Hermetica, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg020.local001/.
