Ancient Greek · ~7 min
6.5 to 6.10
Corpus Hermeticum, Stobaei Hermetica 6.5-10
Not analysed yet
νοήσωμεν οὖν καὶ τὰς τῶν ἑπτὰ ⟨. . . ⟩καὶ ⎡πάντα τὸν κύκλον⎤ ⟨. . . ⟩,μᾶλλον δὲ τῶν ἐν κόσμῳ ἁπάντων ὡσπερεὶ φύλακας αὐτοὺς περιίστασθαι, [πάντα] συνέχοντας [καὶ] τὰ πάντα, καὶ τηροῦντας τὴν τῶν πάντων εὐταξίαν. —Οὕτως γὰρ νοῶ, πάτερ, ἐξ ὧν λέγεις. —Ἔτι δὲ νόησον, ⟨ὦ⟩ Τάτ, ὅτι καὶ ἀπαθεῖς εἰσιν ὧν οἱ ἄλλοι ἀστέρες πάσχουσιν. οὔτε γὰρ ἐπεχόμενοι τὸν δρόμον στηρίζουσιν οὔτε κωλυόμενοι ἀναποδίζουσιν, ⟨. . . · ⟩ἀλλ᾽ οὐδὲ μὴν ⎡ὑπὸ τοῦ φωτὸς τοῦ ἡλίου σκέπονται⎤, ἅπερ πάσχουσιν οἱ ἄλλοι ἀστέρες· ἐλευθέροι δὲ ὄντες, ὑπεράνω πάντων ὥσπερ φύλακες ἀκριβεῖς καὶ ἐπίσκοποι τοῦ παντὸς περιέ⟨ρ⟩χονται τῷ νυχθημέρῳ τὸ πᾶν. —Ἆρ᾽ οὖν [[καὶ]] οὗτοι, ὦ πάτερ, ἔχουσι ⟨⟨καὶ⟩⟩ πρὸς ἡμᾶς ἐνέργειαν; —Τὴν μεγίστην, ὦ τέκνον. εἰ γὰρ ἐκείνοις ἐνεργοῦσι, πῶς οὐ καὶ ἡμῖν, καὶ καθ᾽ ἕνα ἕκαστον καὶ κοινῇ; [οὕτως, ὦ τέκνον] τῶν ⟨μὲν γὰρ⟩ καθολικῶς πάντων σνμβαινόνταων [τ]ἡ ἐνέργεια ἀπὸ τούτων ἐστίν· οἷον [ὃ λέγω νόησον] βασιλε⟨ι⟩ῶν μετατροπαί[ων], πόλεων ἐπαναστάσεις, λιμοί, λοιμοί, ⎡ἄμπωτις⎤ θαλάσσης, γῆς σεισμοί, οὐδὲν τούτων, ὦ τέκνον, χωρὶς τῆς τούτων ἐνεργείας γίνεται. [ἔτι τε πρὸς τούτοις νόησον] ⟨. . . ⟩εἰ γὰρ οὗτοι μὲν ἐπιστατοῦσιν ἐκείνων, ἡμεῖς δὲ [καὶ] ὑπὸ τοὺς ἑπτά ἐσμεν, οὐ νοεῖς καὶ εἰς ἡμᾶς τῊν[α] ἐκείνων φθάνειν ἐνέργειαν, ἤτοι ὑπ᾽ [εις] αὐτῶν ἢ δι᾽ ἐκείνων ⟨ἐνεργουμένην⟩; ⟨⟨ἔτι δὲ πρὸς τούτοις ⟨ἄλλο⟩ νόησον, ὦ Τάτ, ἐνέργημα τούτων, ὅτι καὶ εἰς τὴν γῆν σπερματίζουσιν [ἃς καλοῦσιν] ⟨ἐνεργείας⟩ τινάς, τὰς μὲν σωτηρίους, τὰς δὲ ὀλεθριωτάτας,⟩⟩ ⟨ἃς⟩ ⟨⟨καλοῦσιν οἱ πολλοὶ δαίμονας. ⟩⟩—Τίς ⟨δ᾽ ἂν⟩ αὐτοῖς εἴη, ὦ πάτερ, ὁ τοῦ σώματος τύπος; [τούτους οὖν] [[καλοῦσιν οἱ πολλοὶ δαίμονας.]] —[[Οὐδὲ γὰρ ἴδιόν τί ἐστι γένος τὸ τῶν δαιμόνων.]] Οὔτε [ἄλλα] σώματα ἔχοΥϲΙΝ ἐξ ἰδίας τινὸς ὕλης, οὔτε ψυχ῀ιΗ κινοῦΝται ὥσπερ ἡμεῖς· ⟨⟨οὐδὲ γὰρ ἴδιόν τί ἐστι γένος τὸ τῶν δαιμόνων,⟩⟩ ἀλλὰ ἐνέργειαί εἰσι τῶν τριάκοντα ἓξ τούτων θεῶν.