# Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς] 5

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς], Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-10/5

⟨καὶ οὗτοι μέν⟩, ἀγνοοῦντες ἐπὶ τί γεγόνασι καὶ ὑπὸ τίνοϲ, [αἱ δὲ αἰσθήσεις τούτων ταῖς τῶν ἀλόγων ζῴων παραπλήσιαι] [καὶ ἐν θυμῷ καὶ ἐν] ὀργῇ [τὴν] ⟨καὶ ἀ⟩κρασίᾳ ⟨σνν⟩έχονται, [οὐ] θαυμάζοντες ⟨⟨τὰ⟩⟩ οὐ [[τὰ]] θέας ἄξια, ταῖς [δὲ] τῶν σωμάτων ἡδοναῖς καὶ ὀρέξεσι προσέχοντες, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον γεγονέναι πιστεύοντες. ὅσοι δὲ τῆς ἀπὸ τοῦ θεοῦ δωρεᾶς μετέσχον, οὗτοι, ὦ Τάτ, κατὰ σύγκρισιν τῶν ἑτέρων ἀθάνατοι ἀντὶ θνητῶν εἰσί· πάντα ⟨γὰρ⟩ ἐμπεριλαβόντες τῷ ἑαυτῶν νοΐ, τὰ ἐπὶ γῆς, τὰ ἐν οὐρανῷ, καὶ εἔ τί ἐστιν ὑπὲρ οὐρανόν, τοσοῦτον ἑαυτοὺς ὑψώσαντες εἶδον τὸ ἀγαθόν, καὶ ἰδόντες, συμφορὰν ἡγήσαντο τὴν ἐνθάδε διατριβήν, ⟨καὶ⟩ καταφρονήσαντες πάντων τῶν σωματικῶν [καὶ ἀσωμάτων], 6a ἐπὶ τὸ ἓν καὶ μόνον ⟨ἀγαθὸν⟩ σπεύδουσιν.

---

Anonymous, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς], ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg004.local001/.
