# Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς] 6b

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς], Section 6b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-10/6b

Κἀγὼ ⟨⟨τοῦ κρατῆρος⟩⟩ βαπτισθῆναι βούλομαι, ὦ ποτέραν μὴ πρῶτον τὸ σῶμα μισήσῃς, ὦ τέκνον, σεαυτὸν φιλῆσαι οὐ δύνασαι· φιλήσας δὲ σεαυτόν, νοῦν ἕξεις, καὶ τὸν νοῦν ἔχων, καὶ τῆς ἐπιστήμης μεταλήψῃ.—Πῶς ταῦτα λέγεις ὦ πάτερ;—Ἀδύνατον γάρ ἐστιν, ὦ τέκνον, περὶ ἀμφότερα γίνεσθαι, τὰ θνητὰ δηλαδὴ καὶ τὰ θεῖα. δύο γὰρ ὄντων τῶν ὄντων, σώματος καὶ ἀσωμάτου, ἐν οἷς τὸ θνητὸν καὶ τὸ θεῖον, ἡ αἵρεσις θατέρου καταλείπεται τῷ ἑλέσθαι βουλομένῳ. οὐ γὰρ [ἐστιν] ἀμφότερα [ἐν] οἷό⟨ν⟩ τε [ἡ ἐξαίρεσις] καταλοαδεῖw· τὸ δὲ ἕτερον ἐλαττωθὲν τὴν τοῦ ἑτέρου ἐφανέρωσεν ἐνέργειαν.

---

Anonymous, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς], ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg004.local001/.
