# Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς] 9

Corpus Hermeticum, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς], Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-10/9

οὐκ αὐτοῦ ⟨γ⟩οῦν ⟨⟨τοῦ γνωσθησομένοιὴ⟩⟩ ἀρχὴ γίνεται ἡ γνῶσις, ἀλλ᾽ ἡμῖν τὴν ἀρχὴν παρέχεται [[τοῦ γνωσθησομένου]]. λαβώμεθα οὖν τῆς ἀρχῆς καὶ ὁδεύσωμεν τάχει ἅπαντι. πάνυ γάρ ἐστι ⟨δύ⟩σκολ[ι]ον τὸ τὰ συνήθη καὶ παρόντα καταλιπόντα ἐπὶ τὰ παλαιὰ καὶ ἀρχαῖα ἀνακάμπτειν· τὰ μὲν γὰρ φαινόμενα τέρπει, τὰ δὲ ἀφανῆ δυσπιστίαν ποιεῖ. φανερώτερα δέ ἐστι τὰ κακά· τὸ δὲ ἀγαθὸν ἀφανὲς τοῖς φανεροῖς· οὐ γὰρ μορφὴ οὔτε τύπος ἐστιν αὐτῷ. ⟨⟨ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι⟩⟩ διὰ τοῦτο, ⟨ὅτι⟩ αὑτῷ μέν ἐστιν ὅμοιον, τοῖς δὲ ἄλλοις πᾶσιν ἀνόμοιον. [[ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι.]] [αὕτη διαφορὰ τοῦ ὁμοίου πρὸς τὸ ἀνόμοιον, καὶ τῷ ἀνομοίῳ ὑστέρημα πρὸς τὸ ὅμοιον.]

---

Anonymous, Ἑρμοῦ πρὸς Τάτ. ὁ κρατήρ. [ἡ μονάς], ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg004.local001/.
