# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 1

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/1

Ἐν τοῖς γενικοῖς, ὦ πάτερ, αἰνιγματωδῶς καὶ οὐ τηλαυγῶς ἔφρασας, περὶ θειότητος διαλεγόμενος· [[οὐκ ἀπεκάλυψας]] φάμενος ⟨γὰρ⟩ μηδένα δύνασθαι σωθῆναι πρὸ τῆς παλιγγενεσίας, ⟨⟨οὐκ ἀπεκάλυψας·⟩⟩ ἐμοῦ τε σοῦ ἱκέτου γενομένου ⎡ἐπὶ τῆς τοῦ ὄρους μεταβάσεως⎤ μετὰ τὸ σὲ ἐμοὶ διαλεχθῆναι [πυθομένου] τὸν τῆς παλιγγενεσίας λόγον μαθεῖν, ὅτι τοῦτον παρὰ πάντα μόνον ἀγνοῶ, ⟨οὔπω ἠξίωσας⟩ ⟨⟨παραδιδόναι μοι,⟩⟩ καὶ ἔφης ὅταν μέλλῃς ⟨τοῦ⟩ κόσμου ἀπαλλοτριοῦσθαι [[παραδιδόναι μοι]] ⟨παραδώσω. ἐγὼ δὲ ἤδη⟩ ἕτοιμος ἐγενόμην, καὶ ἀπηλλοτρίωσα τὸ ἐν ἐμοὶ φρόνημα ἀπὸ τῆς τοῦ κόσμου ἀπάτης· σὺ δέ μου καὶ τὰ ὑστερήματα ἀναπλήρωσον, ὡς ἔφης μοι, παλιγγενεσίαν παραδοῦναι προθέμενος [ἐκ φωνῆς ἢ κρυβήν]. ἀγνοῶ, ὦ τρισμέγιστε, ἐξ οἵας μήτρας ἄνθρωπος ⟨ἀν⟩αγεννηθ⟨εί⟩η ⟨ἄν⟩, σπορᾶς δὲ ποίας.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
