# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 12

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/12

—Τὸ σκῆνος τοῦτο, [[καὶ]] ὦ τέκνον, ὃ ⟨⟨καὶ⟩ διεξεληλύθαμεν, ἐκ τοῦ ζῳοφόρου κύκλου συνέστη, [[καὶ τούτου συνεστῶτος ἐξ ἀριθμῶν δώδεκα ὄντων τὸν ἀριθμόν,]] ⟨γεννῶντος⟩ φύσεως μιᾶς παντομόρφου⟨ς⟩ ἰδέας εἰς πλάνην τοῦ ἀνθρώπου· ⟨⟨καὶ τούτου συνεστῶτος ἐκ ΖῳΔίων δώδεκα ὄντων τὸν ἀριθμόν,⟩⟩ διαζυγ⟨ί⟩αι ἐν αὐταῖς εἰσιν, ὦ τέκνον, ⟨δώδεκα.⟩ ⟨⟨εἰσὶ δὲ καὶ ἀδιορίστοι,⟩⟩ ἡνωμέναι ἐν τῇ πράξει· ἀχώριστος ⟨γάρ⟩ ἐστιν ἡ προτπέτεια τῆς ὁρΜῆς. [[εἰσὶ δὲ καὶ ἀδιόριστοι]] εἰκότως οὖν [[κατὰ τὸν ὄρθον λόγον]] τὴν ἀπόστασιν ποιοῦνται, καθὼς ⟨εἶπον, ἀθρόως⟩. καὶ ⟨⟨κατὰ [τὸν ὄρθον] λόγον⟩⟩ ἀπὸ δέκα δυνάμεων ἐλαύνοΝται, τουτέστιν ἀπὸ τῆς δεκάδος· ἡ γὰρ δεκάς, ὦ τέκνον, ἐστὶ ψυχογόνος. ζωὴ δὲ καὶ φῶς ἡνωμέναι εἰσὶν ἑνὰϲ· ὁ ⟨δὲ⟩ τῆς ἑνάδος ἀριθμὸς πέφυκε τοῦ [πνεύματος] ⟨τῆς δεκάδος ἀρχή⟩. ἡ ἑνὸς οὖν κατὰ λόγον τὴν δεκάδα ⟨ἐμπερι⟩έχει [καὶ ἡ δεκὰς τὴν ἑνάδα].]

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
