# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 15

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/15

Ἐβουλόμην, ὦ πάτερ, τὴν διὰ τοῦ ὕμνου εὐλογίαν ⟨μαθεῖν⟩, ἥν, ⟨⟨καθὼς⟩⟩ ἔφης, ἐπὶ τὴν ὀγδοάδα γενομένου ϲου ἀκούσ⟨εσθ⟩αί ⟨σε⟩ τῶν δυνάμεων [[καθὼς]] [ὀγδοάδα] ὁ Ποιμάνδρης ἐθέσπισε.—⟨Ὦ⟩ τέκνον, καλῶς σπεύδεις· ⟨⟨κεκάθαρϲαι γάρ,⟩⟩ λυσάΜ⟨ενος⟩ τὸ σκῆνος [[κεκαθαρμένος γάρ.]] ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς, πλέον μοι τῶν ἐγγεγραμμένων οὐ παρέδωκεν, εἰδὼς ὅτι ἀπ᾽ ἐμαυτοῦ δυνήσομαι πάντα νοεῖν, καὶ ἀκούειν ὧν βούλομαι, καὶ ὁρᾶν τὰ πάντα· καὶ ἐπέτρεψέ μοι ἐκεῖνος ⎡ποιεῖν τὰ καλά.⎤ διὸ [κ] αἱ ἐν πᾶσι[ν αἱ] δυνάμεις καὶ ἐν ἐμοὶ ᾄδουσι.—Θέλω, πάτερ, ἀκοῦσαι ⟨⟨ταῦτα⟩⟩, καὶ βούλομαι [[ταῦτα]] νοῆσαι.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
