# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 17

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/17

[ὑμνωδία κρυπτή.] ⟨⟨Ἀνοιγήτω μοι πᾶς μοχλὸς ⟨τοῦ⟩ ⟨⟨κόσμου⟩⟩· πᾶσα φύσις [[κόσμου]] προσδεχέσθω τοῦ ὕμνου τὴν ἀκοήν. ἀνοίγηθι γῆ, [[ἀνοιγήτω μοι πᾶς μοχλὸς]] [ὄμβρου], τὰ δένδρα μὴ σείεσθε· ὑμνεῖν μέλλω τὸν [τῆς κτίσεως κύριον] καὶ τὸ πᾶν καὶ τὸ ἓν ⟨ὄντα⟩. ἀνοίγητε οὐρανοί, ἄνεμοί τε στῆτε· ὁ κύκλος ὁ ἀθάνατος [τοῦ θεοῦ] προσδεξάσθω μου τὸν λόγον. μέλλω γὰρ ὑμνεῖν τὸν κτίσαντα τὰ πάντα, τὸν πήξαντα τὴν γῆν καὶ οὐρανὸν κρεμάσαντα, 20 [καὶ] ⟨τὸν⟩ ⎡ἐπιτάξαντα⎤ ἐκ τοῦ ὠκεανοῦ τὸ γλυκὺ ὕδωρ εἰς τὴν οἰκουμένην [καὶ ἀοίκητον], ὑπάρχειν εἰς διατροφὴν [καὶ κτίσιν] πάντων ⎡ἀνθρώπων⎤, [τὸν] ⟨καὶ⟩ ἐπιτάξαντα πῦρ φανῆναι εἰς πᾶσαν πρᾶξιν θεοῖς τε καὶ ἀνθρώποις. δῶμεν πάντες ὁμοῦ αὐτῷ τὴν εὐλογίαν, τῷ ἐπὶ τῶν οὐρανῶν μετεώρῳ, τῷ πάσης φύσεως κτίστῃ.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
