# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 2

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/2

—Ὦ τέκνον, σοφία ⟨ἡ⟩ ΜΉΤρα, ἐν σιγῇ ⟨κύουσα⟩, καὶ ἡ σπορὰ τὸ ἀληθινὸν ἀγαθόν.—Τίνος σπείραντος, ὦ πάτερ; τὸ γὰρ σύνολον ἀπορῶ.—Τοῦ θελήματος τοῦ θεοῦ, ὦ τέκνον.—⟨⟨Λέγε μοι καὶ τοῦτο· τίς ἐστι τελεσιουργὸς τῆς παλιγγενεσίας;—[ ὁ τοῦ] Θεοῦ παῖς ἄνθρωπος εἷς, θελήματι θεοῦ⟩⟩ ⟨ὑπουργῶν⟩.—Καὶ ποταπὸς ὁ γεννώμενος, ὦ πάτερ; [[ἄμοιρος γὰρ τῆς ἐν ἐμοὶ οὐσίας καὶ τῆς νοητῆς]]—Ἄλλος [ἔσται] ὁ γεννώμενος, θεοῦ θεὸς παῖς, τὸ πᾶν, ἐν παντί· ⟨⟨ἄμοιρος γάρ ⟨ἐστι⟩ τῆς ⎡ἐν ἐμοὶ⎤ οὐσίας, καὶ τῆς νοητῆς⟩⟩ ⟨μοῖραν ἔχει⟩, ἐκ πασῶν δυνάμεων συνεστώς.—Αἴνιγμα μοι λέγεις, ὦ πάτερ, καὶ οὐχ ὡς πατὴρ υἱῷ διαλέγῃ.—Τοῦτο τὸ γένος, ὦ τέκνον, οὐ διδάσκεται, ἀλλ᾽ [[ὅταν θέλῃ]] ὑπὸ τοῦ θεοῦ, ⟨⟨ὅταν θέλῃ,⟩⟩ ἀναμιμνήσκεται.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
