# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 21

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/21

Τὴν εὐλογίαν ταύτην λέγωΝ, ὦ πάτερ, τέθεικα⟨ς⟩ καὶ ἐν κόσμῳ τῷ ἐμῷ—Ἐν τῷ νοητῷ λέγε, τέκνον.—Ἐν τῷ νοητῷ, ὦ πάτερ, δύναμιΝ ἐκ τοῦ σοῦ ὕμνου, καὶ ⟨διὰ⟩ τῆς σῆς εὐλογίας ἐπιπεφώτισταί μου ὁ νοῦς. πλὴν θέλω κἀγὼ πέμψαι ἐξ ἰδίας φρενὸς εὐλογίαν τῷ θεῷ.—Ὦ τέκνον, μὴ ἀσκόπως.— Ἐν τῷ νῷ, ὦ πάτερ, ἃ θεωρῶ λέγω. Σοὶ ⟨ἐγώ, ὦ⟩ γενάρχα τῆς γενεσιουργίας, Τὰτ θεῷ πέμπω λογικὰς θυσίας. θεέ, σὺ ⟨ὁ⟩ πατΉρ· [σὺ ὁ] κύριε, σὺ ὁ νοῦς. δέξαι ⟨εὐ⟩λογί[κ]ας ἃς θέλεις ἀπ᾽ ἐμοῦ· σοῦ γὰρ βουλομένου πάντα ⟨μοι⟩ τελεῖται. Εὔ ὦ τέκνον· ⟨ἔ⟩πεμψαϲ δεκτὴν θυσίαν τῷ πάντων πατρὶ θεῷ. ἀλλὰ καὶ πρόσθες, ὦ τέκνον, διὰ τοῦ λόγου.— Εὐχαριστῷ σοι, πάτερ [⟨ὅτι⟩ ταῦτά μοι αἰνεῖϲ εὐξαμένῳ.—

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
