# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 3

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/3

—Ἀδύνατά μοι λέγεις, ὦ πάτερ, καὶ βεβιασμένα. ὅθεν πρὸς ταῦτα ὀρθῶς ἀντειπεῖν ἔχω ⟨ἆρ᾽⟩ ἀλλότριος [υἱὸς] πέφυκα τοῦ πατρικοῦ γένους; μὴ φθόνει μοι, πάτερ· γνήσιος υἱός εἰμί· διάφρασόν μοι τῆς παλιγγενεσίας τὸν τρόπον.—Τί εἴπω, ὦ τέκνον; ⟨⟨τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται, οὐδὲ τῷ πλαστῷ τούτῳ ⎡στοιχείῳ⎤, δι᾽ οὗ ⟨σὺ ὁρᾷς⟩, ἐστιν ἰδεῖν.⟩⟩ οὐκ ἔχω λέγειν πλὴν τοῦτο· ὁρῶ[ν] τι⟨ν᾽⟩ ἐν ἐμοὶ ἄπλαστον ἰΔέαν γεγενημένην ἐξ ἐλέου θεοῦ, καὶ ἐμαυτὸν ⟨δι⟩εξελήλυθα εἰς ἀθάνατον σῶμα· καί εἰμι νῦν οὐχ ὁ πρίν, ἀλλ᾽ ⟨ἀν⟩εγεννήθην ἐν νῷ, [[τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται οὐδὲ τῷ πλαστῷ τούτῳ στοιχείῳ δι᾽ οὗ ἐστιν ἰδεῖν]] καὶ διαλέλΥταί μοι τὸ πρῶτον [σύνθετον] εἶδος. οὐκάτι κεχρω⟨μάτ⟩ισμαι καὶ ἁφὴν ἔχω καὶ μέτρον, ἀλλότριος δὲ τούτων εἰμὶ νῦν, [ὁρᾷς με ὦ τέκνον ὀφθαλμοῖς] ⟨καὶ πάντων⟩ ὅϲα [δὲ] κατανοεῖς ἀτενίζων σωματικ῀ιΗ ὁράσει. οὐκ ὀφθαλμοῖς τ⟨οι⟩ούτοις θεωροῦμαι νῦν, ὦ τέκνον.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
