# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 4

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/4

—Εἰς μανίαν με οὐκ ὀλίγην καὶ οἴστρησιν φρενῶν ἐνεσείσας, ὦ πάτερ. ἐμαυτὸν γὰρ νῦν οὐχ ὁρῶ;—Εἴθε, ὦ τέκνον, καὶ σὺ σεαυτὸν διεξεληλύθεις, ⟨ἵνα εἶδες, μὴ⟩ ὡς οἱ ἐν ὕπνῳ ὀνειροπολούμενοι, ⟨ἀλλὰ⟩ χωρὶς ὕπνου.—[[Λέγε μοι καὶ τοῦτο· τίς ἐστι γενεσιουργὸς τῆς παλιγγενεσίας;—Ὁ τοῦ θεοῦ παῖς ἄνθρωπος εἷς θελήματι θεοῦ.—]]

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
