# Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας] 9

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας], Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-11/9

⟨τρίτην⟩ δύναμιν καλῶ ἐπὶ χαρᾷ τὴν ἐγκράτειαν. ὦ δύναμις ἡδίστη· προσλάβωμεν αὐτήν, ὦ τέκνον, ἀσμενέστατα. πῶς ἅμα τῷ παραγενέσθαι ἀπώσατο τὴν ἀκρασίαν. τετάρτην δὲ νῦν καλῶ καρτερίαν, τὴν κατὰ τῆς ἐπιθυμίας δύναμιν.⟨...⟩ ὁ βαθμὸς οὗτος, ὦ τέκνον, δικαιοσύνης ἐστὶν ἕδρασμα. [[ χωρὶς γὰρ κτίσεως]] ἰδὲ πῶς τὴν ἀδικίαν ἐξήλασεν· ⟨⟨χωρὶς γὰρ κρίσεως⟩⟩ ἐδικαιώθημεν, ὦ τέκνον, ἀδικίας ἀπούσης. ἕκτην δύναμιν καλῶ εἰς ἡμᾶς τὴν κατὰ τῆς πλεονεξίας, ⟨τὴν⟩ κοινωνίαν. ἀποστάσης δὲ ⟨τῆς πλεονεξίας . . . ἑβδόμην⟩ ἐπικαλῶ τὴν ἀλήθειαν. φεῦγε[ι] ἀπάτη· ἀλήθεια παραγίνεται. ἰδὲ πῶς τὸ ἀγαθὸν πεπλήρωται, ὦ τέκνον, παραγενομένης τῆς ἀληθείας. φθόνος γὰρ ἀφ᾽ ἡμῶν ἀπέστη ⟨καὶ αἱ λοιπαὶ τιμωρίαι⟩. τῇ δὲ ἀληθείᾳ καὶ τὸ ἀγαθὸν ἐπεγένετο ἅμα ζωῇ καὶ φωτί. καὶ οὐκέτι ἐπῆλθεν οὐδεμία τοῦ σκότους τιμωρία, ἀλλ᾽ ἐξέπτησαν [νικηθεῖσαι] ῥοίζῳ.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου πρὸς τὸν υἱὸν Τὰτ [ἐν ὄρει] λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας [καὶ σιγῆς ἐπαγγελίας]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg013.local001/.
