# Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 2

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-12/2

εἰ τὰ φαινόμενα πάντα γέγονε καὶ γίνεται, [τὰ δὲ γεννητὰ οὐχ ὑφ᾽ ἑαυτοῦ ἀλλ᾽ ὑφ᾽ ἑτέρου γίνεται,]—πολλὰ δὲ [γεννητά, μᾶλλον δὲ πάντα] τὰ φαινόμενα, καὶ πάντα [τὰ] διάφορα καὶ οὐχ ὅμοια,—γίνεται δὲ ὑφ᾽ ἑτέρου τὰ γινόμενα, ἔστι τις ὁ ταῦτα ποιῶν· καὶ οὗτος ἀγέννητος, ἵν᾽ ᾖ πρεσβύτερος τῶν γεννητῶν. τὰ γὰρ γεννητά φημι ὑφ᾽ ἑτέρου γίνεσθαι· τῶν δὲ γεννητῶν ὄντων ἀδύνατόν τι πρεσβύτερον πάντων εἶναι ἢ μόνον τὸ ἀγέννητον.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg014.local001/.
