# Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν 4

Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/corpus-hermeticum/text-12/4

οὕτως ἄξιόν ἐστι νοῆσαι, καὶ νοήσαντα θαυμάσαι, καὶ θαυμάσαντα ἑαυτὸν μακαρίσαι ⟨ὡς⟩ τὸν πατέρα γνωρίσαντα· τί γὰρ γλυκύτερον πατρὸς γνησίου; τίς οὖν ἐστιν οὗτος, καὶ πῶς αὐτὸν γνωρίσωμεν; ἦ ⟨γὰρ⟩ τούτῳ τὴν τοῦ θεοῦ προσηγορίαν μόνοΝ δίκαιον ἀνακεῖσθαι, ἢ τὴν τοῦ ποιητοῦ, ἢ τὴν τοῦ πατρός; ἢ καὶ τὰς τρεῖς, θεὸν μὲν διὰ τὴν δύναμιν, ποιητὴν δὲ διὰ τὴν ἐνέργειαν, πατέρα δὲ διὰ τὸ ἀγαθόν. δυνάμει γάρ ἐστι διάφορος τῶν γινομένων, ἐνεργεῖ[α] δὲ ἐν τῷ πάντα γινέσθαι, ⟨ἀγαθὸς δέ ἐστι...⟩.

---

Anonymous, Ἑρμοῦ τοῦ τρισμεγίστου Ἀσκληπιῷ εὖ φρονεῖν, ed. Walter Scott. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1286.tlg014.local001/.
